Click on a word to bring up parses, dictionary entries, and frequency statistics
φασίν. τούτοις παράβαλλε τὴν Ἰουδαϊκὴν διδασκαλίαν,
καὶ τὸν φυτευόμενον ὑπὸ τοῦ θεοῦ παράδεισον
καὶ τὸν ὑπ̓ αὐτοῦ πλαττόμενον Ἀδάμ, εἶτα
τὴν γινομένην αὐτῷ γυναῖκα. λέγει γὰρ ὁ θεός
‘Οὐ καλὸν εἶναι τὸν ἄνθρωπον μόνον: ποιήσωμεν
αὐτῷ βοηθὸν κατ̓ αὐτόν,’ πρὸς οὐδὲν μὲν αὐτῷ
τῶν ὅλων βοηθήσασαν, ἐξαπατήσασαν δὲ καὶ
γενομένην παραίτιον αὐτῷ τε ἐκείνῳ καὶ ἑαυτῇ