Click on a word to bring up parses, dictionary entries, and frequency statistics
γενέσεως εἶναι. ἐπὶ τούτοις ὁ θεὸς δεῖ λέγεσθαι
βάσκανος. ἐπειδὴ γὰρ εἶδε μετασχόντα τῆς φρονήσεως
τὸν ἄνθρωπον, ἵνα μή, φησί, γεύσηται τοῦ
ξύλου τῆς ζωῆς, ἐξέβαλεν αὐτὸν τοῦ παραδείσου
διαρρήδην εἰπών: ‘Ἰδού, Ἀδὰμ γέγονεν ὡς εἷς ἐξ
ἡμῶν τοῦ γινώσκειν καλὸν καὶ πονηρόν. καὶ νῦν
μήποτε ἐκτείνῃ τὴν χεῖρα καὶ λάβῃ ἀπὸ τοῦ ξύλου
τῆς ζωῆς καὶ φάγῃ καὶ ζήσεται εἰς τὸν αἰῶνα.’