Click on a word to bring up parses, dictionary entries, and frequency statistics
τούτων τοίνυν ἕκαστον εἰ μὴ μῦθος ἔχων θεωρίαν
ἀπόρρητον εἴη, ὅπερ ἐγὼ νενόμικα, πολλῆς γέμουσιν
οἱ λόγοι περὶ τοῦ θεοῦ βλασφημίας. τὸ
γὰρ ἀγνοῆσαι μέν, ὡς ἡ γινομένη βοηθὸς αἰτία
τοῦ πτώματος ἔσται καὶ τὸ ἀπαγορεῦσαι καλοῦ
καὶ πονηροῦ γνῶσιν, ὃ μόνον ἔοικε συνέχειν τὸν
νοῦν τὸν ἀνθρώπινον, καὶ πρόσετι τὸ ζηλοτυπῆσαι,
[p. 328]
μὴ τοῦ ξύλου τῆς ζωῆς μεταλαβὼν ἄνθρωπος
ἀθάνατος ἐκ θνητοῦ γένηται, φθονεροῦ καὶ βασκάνου λίαν ἐστίν.