Click on a word to bring up parses, dictionary entries, and frequency statistics
τῆς τῶν ἀγγέλων ἐτόλμησέ τι φύσεως: ἀλλ̓ ὅτι
μὲν λειτουργοῦσι τῷ θεῷ πολλαχῶς καὶ πολλάκις
εἶπεν, εἴτε δὲ γεγονότες, εἴτε ἀγένητοι, εἴτε ὑπ̓
ἄλλου μὲν γεγονότες, ἄλλῳ δὲ λειτουργεῖν τεταγμένοι,
εἴτε ἄλλως πως, οὐδαμόθεν διώρισται.
περὶ δὲ οὐρανοῦ καὶ γῆς καὶ τῶν ἐν αὐτῇ τίνα
τρόπον διεκοσμήθη διέξεισι. καὶ τὰ μέν φησι
κελεῦσαι τὸν θεὸν γενέσθαι, ὥσπερ φῶς καὶ στερέωμα,
τὰ δὲ ποιῆσαι, ὥσπερ οὐρανὸν καὶ γῆν,