Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἥλιόν τε καὶ σελήνην, τὰ δὲ ὄντα, κρυπτόμενα δὲ
τέως, διακρῖναι, καθάπερ ὕδωρ, οἶμαι, καὶ τὴν
ξηράν. πρὸς τούτοις δὲ οὐδὲ περὶ γενέσεως ἢ
περὶ ποιήσεως τοῦ πνεύματος εἰπεῖν ἐτόλμησεν,
ἀλλὰ μόνον ‘Καὶ πνεῦμα θεοῦ ἐπεφέρετο ἐπάνω
τοῦ ὕδατος’: πότερον δὲ ἀγένητόν ἐστιν ἢ γέγονεν, οὐδὲν διασαφεῖ.