Click on a word to bring up parses, dictionary entries, and frequency statistics
πάντων δὲ ἐθνῶν κηδόμενος ἔδωκεν ἐκείνοις μὲν
οὐδὲν σπουδαῖον ἢ μέγα, ἡμῖν δὲ μακρῷ κρείττονα
καὶ διαφέροντα, σκοπεῖτε λοιπὸν τὸ ἐντεῦθεν.
ἔχουσι μὲν εἰπεῖν καὶ Αἰγύπτιοι, παῤ ἑαυτοῖς
ἀπαριθμούμενοι σοφῶν οὐκ ὀλίγων ὀνόματα, πολλοὺς
ἐσχηκέναι τοὺς ἀπὸ τῆς Ἑρμοῦ διαδοχῆς,
Ἑρμοῦ δέ φημι τοῦ τρίτου ἐπιφοιτήσαντος τῇ
Αἰγύπτῳ, Χαλδαῖοι δὲ καὶ Ἀσσύριοι τοὺς ἀπ̓
Ὠάννου καὶ Βήλου, μυρίους δὲ Ἕλληνες τοὺς ἀπὸ