Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Δός μοί τι κατὰ τοὺς μελικτὰς εἰπεῖν ῥήτορας,
Ὢ παῤ ἐλπίδα σεσωσμένος ἐγώ,
ὢ παῤ ἐλπίδας
ἀκηκοώς,
ὅτι διαπέφευγας τὴν τρικέφαλον ὕδραν,
οὔτι μὰ Δία τὸν ἀδελφόν φημι Κωνστάντιον:
ἀλλ̓ ἐκεῖνος μὲν ἦν οἷος ἦν:
ἀλλὰ τὰ περὶ αὐτὸν
θηρία πᾶσιν ἐποφθαλμιῶντα,
ἃ κἀκεῖνον ἐποίει
χαλεπώτερον,
οὐδὲ τὸ καθ̓ ἑαυτὸν παντάπασι
πρᾷον,
εἰ καὶ ἐδόκει πολλοῖς τοιοῦτος.
ἐκείνῳ
μὲν οὖν,
ἐπειδὴ μακαρίτης ἐγένετο,
κούφη γῆ,
καθάπερ λέγεται:
τούτους δὲ ἀδίκως μέν τι παθεῖν
οὐκ ἂν ἐθέλοιμι,
ἴστω Ζεύς:
ἐπειδὴ δὲ αὐτοῖς
ἐπανίστανται πολλοὶ κατήγοροι,
δικαστήριον
ἀποκεκλήρωται.
σὺ δέ,
ὦ φίλε,
πάρει,
καὶ παρὰ
δύναμιν ἐπείχθητι:
θεάσασθαι γάρ σε πάλαι τε
εὔχομαι νὴ τοὺς θεούς,
καὶ νῦν εὐμενέστατα ὅτι
διεσώθης ἀκηκοώς,
ἥκειν παρακελεύομαι.
[p. 34]