previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ὀριβασίῳ

Τῶν ὀνειράτων δύο πύλας εἶναί φησιν θεῖος Ὅμηρος, καὶ διάφορον εἶναι αὐτοῖς καὶ τὴν ὑπὲρ τῶν ἀποβησομένων πίστιν. ἐγὼ δὲ νομίζω σε νῦν, εἴπερ ποτὲ καὶ ἄλλοτε, σαφῶς ἑορακέναι περὶ τῶν μελλόντων: ἐθεασάμην γὰρ καὶ αὐτὸς τοιοῦτον σήμερον. δένδρον γὰρ ᾤμην ὑψηλὸν ἔν τινι τρικλίνῳ σφόδρα μεγάλῳ πεφυτευμένον εἰς ἔδαφος ῥέπειν, τῇ ῥίζῃ παραπεφυκότος ἑτέρου μικροῦ καὶ νεογενοῦς, ἀνθηροῦ λίαν. ἐγὼ δὲ περὶ τοῦ μικροῦ σφόδρα ἠγωνίων, μή τις αὐτὸ μετὰ τοῦ μεγάλου συναποσπάσῃ. καὶ τοίνυν ἐπειδὴ πλησίον ἐγενόμην, ὁρῶ τὸ μέγα μὲν ἐπὶ τῆς γῆς ἐκτεταμένον, τὸ μικρὸν δὲ ὀρθὸν μέν, μετέωρον δὲ ἀπὸ γῆς. ὡς οὖν εἶδον, ἀγωνιάσας ἔφην: ‘Οἵου δένδρους3 κίνδυνός ἐστι μηδὲ τὴν παραφυάδα σωθῆναι.’ καί τις ἀγνὼς ἐμοὶ παντελῶς [p. 10]Ὅρα, ἔφησεν, ἀκριβῶς καὶ θάρρει: τῆς ῥίζης γὰρ ἐν τῇ γῇ μενούσης τὸ μικρότερον ἀβλαβὲς διαμενεῖ καὶ βεβαιότερον ἱδρυνθήσεται.’ τὰ μὲν δὴ τῶν ὀνειράτων τοιαῦτα, θεὸς δὲ οἶδεν εἰς ὅτι φέρει. περὶ δὲ τοῦ μιαροῦ ἀνδρογύνου μάθοιμ̓ ἂν ἡδέως ἐκεῖνο, πότε διελέχθη περὶ ἐμοῦ ταῦτα, πότερον πρὶν συντυχεῖν ἐμοὶ μετὰ τοῦτο. δήλωσον οὖν ἡμῖν ,τι ἂν οἷός τε ᾖς. ὑπὲρ δὲ τῶν πρὸς αὐτὸν ἴσασιν οἱ θεοὶ ὅτι πολλάκις, αὐτοῦ τοὺς ἐπαρχιώτας ἀδικήσαντος, ἐσιώπησα παρὰ τὸ πρέπον ἐμαυτῷ, τὰ μὲν οὐκ ἀκούων, τὰ δὲ οὐ προσιέμενος, ἄλλοις δὲ ἀπιστῶν, ἔνια δὲ εἰς τοὺς συνόντας αὐτῷ τρέπων. ὅτι δέ μοι μεταδοῦναι τῆς τοιαύτης ἠξίωσεν αἰσχύνης, ἀποστείλας τὰ μιαρὰ καὶ πάσης αἰσχύνης ἄξια ὑπομνήματα, τί με πράττειν ἐχρῆν; ἆρα σιωπᾶν μάχεσθαι; τὸ μὲν οὖν πρῶτον ἦν ἠλίθιον καὶ δουλοπρεπὲς καὶ θεομίσητον, τὸ δεύτερον δὲ δίκαιον μὲν καὶ ἀνδρεῖον καὶ ἐλευθέριον, ὑπὸ δὲ τῶν κατεχόντων ἡμᾶς πραγμάτων οὐ συγχωρούμενον. τί τοίνυν ἐποίησα; πολλῶν παρόντων, οὓς ᾔδειν ἀναγγελοῦντας αὐτῷΠάντη καὶ πάντως, εἶπον, διορθώσει τὰ ὑπομνήματα οὗτος [p. 12] δεῖνα, ἐπεὶ δεινῶς ἀσχημονεῖ.’ τοῦτο ἐκεῖνος ἀκούσας τοσοῦτον ἐδέησε σωφρόνως τι πρᾶξαι, ὥστε πεποίηκεν οἷα μὰ τὸν θεὸν οὐδ̓ ἂν εἷς μέτριος τύραννος, οὕτω μου πλησίον ὄντος. ἐνταῦθα τί πράττειν ἐχρῆν ἄνδρα τῶν Πλάτωνος καὶ Ἀριστοτέλους ζηλωτὴν δογμάτων; ἆρα περιορᾶν ἀνθρώπους ἀθλίους τοῖς κλέπταις ἐκδιδομένους, κατὰ δύναμιν αὐτοῖς ἀμύνειν, ὡς ἤδη τὸ κύκνειον ἐξᾴδουσι διὰ τὸ θεομισὲς ἐργαστήριον τῶν τοιούτων; ἐμοὶ μὲν οὖν αἰσχρὸν εἶναι δοκεῖ τοὺς μὲν χιλιάρχους, ὅταν λείπωσι τὴν τάξιν, καταδικάζειν: καίτοι χρῆν ἐκείνους τεθνάναι παραχρῆμα καὶ μηδὲ ταφῆς ἀξιοῦσθαι: τὴν δὲ ὑπὲρ τῶν ἀθλίων ἀνθρώπων ἀπολείπειν τάξιν, ὅταν δέῃ πρὸς κλέπτας ἀγωνίζεσθαι τοιούτους, καὶ ταῦτα τοῦ θεοῦ συμμαχοῦντος ἡμῖν, ὅσπερ οὖν ἔταξεν. εἰ δὲ καὶ παθεῖν τι συμβαίη, μετὰ καλοῦ τοῦ συνειδότος οὐ μικρὰ παραμυθία πορευθῆναι. τὸν δὲ χρηστὸν Σαλούστιον θεοὶ μέν μοι χαρίσαιντο. κἂν συμβαίνῃ δὲ διὰ τοῦτο τυγχάνειν διαδόχου, λυπήσει τυχὸν οὐδέν: ἄμεινον γὰρ ὀλίγον ὀρθῶς πολὺν κακῶς πρᾶξαι χρόνον. οὐκ ἔστιν, ὡς λέγουσί τινες, τὰ Περιπατητικὰ δόγματα τῶν Στωικῶν ἀγεννέστερα, τοσούτῳ δὲ μόνον ἀλλήλων, ὡς ἐγὼ κρίνω, διαφέρει: τὰ μὲν γάρ ἐστιν ἀεὶ θερμότερα καὶ ἀβουλότερα, τὰ δὲ [p. 14] φρονήσεως ἀξιώτερα καὶ τοῖς ἐγνωσμένοις μᾶλλον ἐμμένει.

hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: