Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἐμὲ κελεύουσιν οἱ θεοὶ τὰ πάντα ἁγνεύειν
εἰς δύναμιν, καὶ πείθομαί γε καὶ προθύμως αὐτοῖς:
μεγάλους γὰρ καρποὺς τῶν πόνων ἀποδώσειν
φασίν, ἢν μὴ ῥᾳθυμῶμεν. ἦλθε πρὸς ἡμᾶς Εὐάγριος.
... τοῦ παῤ ἡμῖν
τιμωμένου θεοῦ. ...
Πολλὰ γοῦν ἐπέρχεταί μοι πρὸς τούτοις, ἀλλὰ
χρὴ ταμιεύσασθαί τινα καὶ τῇ παρουσίᾳ τῇ σῇ.
[p. 26]
δεῦρο οὖν, τοὺς θεούς σοι, τὴν ταχίστην, εἴτε δύο
εἴτε πλείοσι χρησάμενος ὀχήμασιν. ἀπέστειλα
δὲ καὶ δύο τῶν πιστοτάτων ὑπηρετῶν, ὧν ὁ μὲν
εἷς ἄχρι τοῦ στρατοπέδου παραπέμψει σε: ἕτερος
δὲ ἐξεληλυθέναι σε καὶ ἥκειν ἤδη μηνύσει: πότερον
δὲ ὑπὸ ποτέρου γενέσθαι θέλεις αὐτὸς τοῖς
νεανίσκοις σήμηνον.