Click on a word to bring up parses, dictionary entries, and frequency statistics
τοὺς καθ̓ ἑκάστην πόλιν ἱερέας καὶ ἀπονέμοντι
τὸ πρέπον ἑκάστῳ. πρέπει δὲ ἐπιείκεια
μὲν πρῶτον ἄρχοντι χρηστότης τε ἐπ̓ αὐτῇ καὶ
φιλανθρωπία πρὸς τοὺς ἀξίους αὐτῶν τυγχάνειν.
ὡς ὅστις γε ἀδικεῖ μὲν ἀνθρώπους, ἀνόσιος δ̓ ἐστὶ
πρὸς θεούς, θρασὺς δὲ πρὸς πάντας, ἢ διδακτέος
μετὰ παρρησίας ἐστὶν ἢ μετ̓ ἐμβριθείας κολαστέος.
ὅσα μὲν οὖν χρὴ κοινῇ συντάξαι περὶ τῶν ἱερέων
[p. 58]
ἁπάντων ἐντελέστερον, αὐτίκα μάλα σὺν τοῖς ἄλλοις
εἴσει, μικρὰ δὲ τέως ὑποθέσθαι σοι βούλομαι.