Click on a word to bring up parses, dictionary entries, and frequency statistics
καὶ εἴ τις ἄλλος γέγονεν ἀρετῇ διαφέρων, εἶναι
τὴν ἅμιλλαν φρίκη τις προσῄει καὶ δέος θαυμαστόν,
μὴ τοῦ μὲν ἀπολείπεσθαι παντελῶς τῆς
ἀνδρείας δόξω, τοῦ δὲ τῆς τελείας ἀρετῆς οὐδὲ ἐπ̓
ὀλίγον ἐφίκωμαι. εἰς ταῦτα ἀφορῶν ἀνεπειθόμην
τὴν σχολὴν ἐπαινεῖν, καὶ τῶν Ἀττικῶν διαιτημάτων
αὐτός τε ἡδέως ἐμεμνήμην καὶ τοῖς φίλοις
ὑμῖν προσᾴδειν ἠξίουν, ὥσπερ οἱ τὰ βαρέα φορτία
φέροντες ἐν ταῖς ᾠδαῖς ἐπικουφίζουσιν αὑτοῖς
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.