Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἀποφῆναι τοῦς αἰτίους; ἐδέδοντο γὰρ αὐτῷ
τινων ἐπιστολαί, Ἡράκλεις, ὅσας ἔχουσαι κατ̓
αὐτοῦ κατηγορίας, ἐφ̓ αἷς ἐκεῖνος ἀγανακτήσας
ἀκρατέστερον μὲν καὶ ἥκιστα βασιλικῶς ἐφῆκε
τῷ θυμῷ, τοῦ μέντοι μηδὲ ζῆν ἄξιον οὐδὲν ἐπεπράχει.
πῶς γάρ; οὐχ οὗτός ἐστιν ἀνθρώποις ἅπασι
κοινὸς Ἕλλησιν ἅμα καὶ βαρβάροις ὁ νόμος,
ἀμύνεσθαι τοὺς ἀδικίας ὑπάρχοντας; ἀλλ̓ ἴσως
μὲν ἠμύνατο πικρότερον. οὐ μὴν ἔξω πάντη
τοῦ εἰκότος: τὸν γὰρ ἐχθρὸν ὑπ̓ ὀργῆς εἰκός
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.