Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἐμὲ γενέσθαι. τετίμηκα μὲν οὖν αὐτὸν ὡς οὐδεὶς
καισάρων οὐδένα τῶν ἔμπροσθεν αὐτοκρατόρων.
οὐδὲν γοῦν εἰς τὴν τήμερον ὑπὲρ ἐκείνων ἐγκαλεῖ
μοι, καὶ ταῦτα παρρησιασαμένῳ πρὸς αὐτόν, ἀλλὰ
γελοίους αἰτίας ὀργῆς ἀναπλάττει. Λουππικῖνον,
φησί, καὶ τρεῖς ἄλλους ἀνθρώπους κατέσχες: οὓς
εἰ καὶ κτείνας ἤμην ἐπιβουλεύσαντας ἔμοιγε
φανερῶς, ἐχρῆν τὴν ὑπὲρ τῶν παθόντων ὀργὴν
ἀφεῖναι τῆς ὁμονοίας ἕνεκα. τούτους δὲ οὐδὲν
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.