Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἑτέροις τὰ πλεῖστα, πρῶτον μὲν ἱκέτευον, εἰ ταῦτα
[p. 276]
πράττειν αὐτῷ φαίνοιτο καὶ πάντως ἐμὲ προσαγορεύειν
καίσαρα δεδογμένον εἴη, ἄνδρας ἀγαθοὺς
καὶ σπουδαίους δοῦναί μοι τοὺς ὑπουργοῦντας: ὁ
δὲ πρότερον ἔδωκε τοὺς μοχθηροτάτους. ὡς δὲ ὁ
μὲν εἷς ὁ πονηρότατος καὶ μάλα ἄσμενος ὑπήκουσεν,
οὐδεὶς δὲ ἠξίου τῶν ἄλλων, ἄνδρα δίδωσιν ἄκων
ἐμοὶ καὶ μάλα ἀγαθὸν Σαλούστιον, ὃς διὰ τὴν
ἀρετὴν εὐθέως αὐτῷ γέγονεν ὕποπτος. οὐκ ἀρκεσθεὶς
ἐγὼ τῷ τοιούτῳ, βλέπων δὲ πρὸς τὸ
διάφορον τοῦ τρόπου καὶ κατανόησας τῷ μὲν ἄγαν
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.