Click on a word to bring up parses, dictionary entries, and frequency statistics
λάχανον αὐτὸ νομίζοντες εἶναι τῷ πεφυκέναι πως
ἀνωφερὲς καὶ ὀρθὸν καὶ οὐδὲ ἐρριζῶσθαι κατὰ
τῆς γῆς: ἐρρίζωται δὲ ὥσπερ ἐκ δένδρου κιττοῦ
τινος ἢ καὶ ἀμπέλου καρπὸς ἤρτηται καὶ καλάμης.
ἀπηγόρευται μὲν οὖν ἡμῖν σπέρματι χρῆσθαι διὰ
τοῦτο φυτῶν, ἐπιτέτραπται δὲ χρῆσθαι καρποῖς
καὶ λαχάνοις, οὐ τοῖς χαμαιζήλοις, ἀλλὰ τοῖς ἐκ
γῆς αἰρομένοις ἄνω μετεώροις. ταύτῃ τοι καὶ τῆς
γογγυλίδος τὸ μὲν γεωχαρὲς ὡς χθόνιον ἐπιτάττει
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.