Click on a word to bring up parses, dictionary entries, and frequency statistics
καί, ὥσπερ οὖν ᾤετο, κρατῶν ἠπείρου φύσεως
καὶ θαλάττης ἀνδρὸς Ἕλληνος ἡττᾶτο σοφίας καὶ
ῥώμης στρατιωτῶν οὐ τρυφᾶν μεμελετηκότων οὐδὲ
δουλεύειν, ἀλλ̓ ἐλευθέρως ἄρχεσθαι καὶ πονεῖν εἰδότων.
ὁ δὲ ταῖς παρασκευαῖς ἐκείνου καταδεέστερος,
ἔμπληκτος δὲ μᾶλλον καὶ τῇ μανίᾳ τοὺς
Ἀλωάδας ὑπερβαλλόμενος μόνον οὐχὶ τὸ πλησίον
ὄρος ἐγνωκὼς ἀμφικαλύψαι τῇ πόλει, ἐπαφιεὶς δὲ
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.