Click on a word to bring up parses, dictionary entries, and frequency statistics
πολεμήσειν ἤδη περὶ τῆς αὑτῶν καὶ Πέρσαι
παρεσκευάζοντο. ὁ δὲ μικρὰ μὲν ἐνόμιζεν εἶναι
τὰ παρόντα καὶ πόνον οὐ πολὺν τῆς σῆς συνέσεως
καὶ ῥώμης κρατῆσαι, τοὺς Ἰνδῶν δὲ ἐσκόπει
πλούτους καὶ Περσῶν τὴν πολυτέλειαν: τοσοῦτον
αὐτῷ περιῆν ἀνοίας καὶ θράσους ἐκ μικροῦ παντελῶς
περὶ τοὺς κατασκόπους πλεονεκτήματος,
οὓς ἀφυλάκτους ὅλῃ τῇ στρατιᾷ λοχήσας ἔκτεινεν.
οὕτω τὸ πράττειν εὖ παρὰ τὴν ἀξίαν ἀρχὴ
πολλάκις γέγονε τοῖς ἀνοήτοις μειζόνων συμφορῶν.
[p. 92]
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.