Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘οὖν οὐκ οἶδα, ὅπως ἄν τις ταῦτα ἀνὴρ ἀγαθὸς
ὁρῶν παῤ ὑμῖν ἀποδέξαιτο, νομίζω δ̓ ἔγωγε μηδὲ
τοῖς θεοῖς ἀρέσκειν.’
Τοιαῦτα εἰπὼν τότε μέμνημαι, καὶ ὁ μὲν θεὸς
ἐμαρτύρησέ μου τοῖς λόγοις, ὡς μήποτε ὤφελεν,
ἐκλιπὼν τὸ προάστειον, ὃ πολὺν ἐτήρησε χρόνον,
ἐν ἐκείνῃ τῇ ζάλῃ τρέψας ἀλλαχοῦ τῶν κρατούντων
τὴν διάνοιαν καὶ τὼ χεῖρε βιασάμενος.
ὑμῖν δ̓ ἀπηχθόμην ἐγὼ ποιῶν ἀνοήτως. ἐχρῆν
γὰρ σιωπᾶν, ὥσπερ οἶμαι πολλοὶ καὶ ἄλλοι τῶν
συνεισελθόντων ἐμοί, καὶ μὴ πολυπραγμονεῖν
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.