previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


λέων κατεμέμφετο τὸν Προμηθέα πολλάκις ὅτι μέγαν μὲν αὐτὸν ἔπλασε καὶ καλὸν καὶ τὴν μὲν γένυν ὥπλισε τοῖς ὀδοῦσι, τοὺς δὲ πόδας ἐκράτυνε τοῖς ὄνυξιν, ἐποίησέ τε τῶν ἄλλων θηρίων δυνατώτερον. ‘ δὲ τοιοῦτοςἔφασκετὸν ἀλεκτρυόνα φοβοῦμαι.’ [2] Καὶ Προμηθεὺς ἐπιστὰς ἔφητί με μάτην αἰτιᾷ; τὰ μὲν γὰρ ἐμὰ πάντα ἔχεις, ὅσα πλάττειν ἠδυνάμην, δὲ σὴ ψυχὴ πρὸς τοῦτο μόνον μαλακίζεται.’ Ἔκλαεν οὖν ἑαυτὸν λέων καὶ τῆς δειλίας κατεμέμφετο καὶ τέλος ἀποθανεῖν ἤθελεν. [3] Οὕτω δὲ γνώμης ἔχων ἐλέφαντι περιτυγχάνει καὶ προσαγορεύσας εἱστήκει διαλεγόμενος. Καὶ ὁρῶν διὰ παντὸς τὰ ὦτα κινοῦντατί πάσχεις;’ ἔφη, ‘καὶ τί [4] δήποτε οὐδὲ μικρὸν ἀτρεμεῖ σου τὸ οὖς;’ Καὶ ἐλέφας κατὰ τύχην παραπτάντος αὐτὸν κώνωποςὁρᾷςἔφητουτὶ τὸ βραχὺ τὸ βομβοῦν; ἢν εἰσδύῃ με τῇ τῆς ἀκοῆς ὁδῷ, τέθνηκα.’ Καὶ λέωντί οὖνἔφηἔτι ἀποθνήσκειν με δεῖ τοσοῦτον ὄντα καὶ ἐλέφαντος εὐτυχέστερον, ὅσον κρείττων κώνωπος ἀλεκτρυών;’ Ὁρᾷς ὅσον ἰσχύος κώνωψ ἔχει, ὡς καὶ ἐλέφαντα φοβεῖν.

[5] συνεὶς οὖν Σάτυρος τὸ ὕπουλον αὐτοῦ τῶν [p. 75] λόγων, ἠρέμα μειδιῶνἄκουσον κἀμοῦ τινα λόγονεἶπενἀπὸ κώνωπος καὶ λέοντος, ὃν ἀκήκοά τινος τῶν φιλοσόφων: χαρίζομαι δέ σοι τοῦ μύθου τὸν ἐλέφαντα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: