previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Μόλις οὖν ἀναζωπυρήσας λέγω πρὸς τὸν: Μενέλαονοὐκ ἐρεῖς μοι τί ταῦτα; οὐχὶ Λευκίππην ὁρῶ; ταύτην οὐ κρατῶ καὶ ἀκούω λαλούσης; οὖν χθὲς ἐθεασάμην τίνα ἦν; γὰρ ἐκεῖνά ἐστιν ταῦτα ἐνύπνια. [2] Ἀλλ̓ ἰδοὺ καὶ φίλημα ἀληθινὸν καὶ ζῶν, ὡς κἀκεῖνο τὸ τῆς Λευκίππης γλυκύ.’ ‘Ἀλλὰ νῦν Μενέλαος ἔφηκαὶ τὰ σπλάγχνα ἀπολήψεται καὶ τὰ στέρνα συμφύσεται καὶ ἄτρωτον ὄψει. Ἀλλ̓ ἐπικάλυψαί σου τὸ πρόσωπον: καλῶ γὰρ τὴν Ἑκάτην ἐπὶ τὸ ἔργον.’ Ἐγὼ δὲ πιστεύσας ἐνεκαλυψάμην. [3] δὲ ἄρχεται τερατεύεσθαι καὶ λόγον τινὰ καταλέγειν: καὶ ἅμα λέγων περιαιρεῖ τὰ μαγγανεύματα τὰ ἐπὶ τῇ γαστρὶ τῆς Λευκίππης καὶ ἀποκατέστησεν εἰς τὸ ἀρχαῖον, [4] λέγει τέ μοιἀποκάλυψαι.’ Κἀγὼ μόλις μὲν καὶ φοβούμενοςἀληθῶς γὰρ ᾤμην τὴν Ἑκάτην παρεῖναι), ὅμως δ̓ οὖν ἀπέστησα τῶν ὀφθαλμῶν τὰς χεῖρας καὶ ὁλόκληρον τὴν Λευκίππην ὁρῶ. [5] Ἔτι μᾶλλον οὖν ἐκπλαγεὶς ἐδεόμην τοῦ Μενελάου λέγων φίλτατε Μενέλαε, εἰ διάκονός τις εἶ θεῶν, δέομαί σου, ποῦ γῆς εἰμι καὶ τίνα ποτὲ ταῦτα ὁρῶ;’ Καὶ ΛευκίππηκαῦσαιἔφηΜενέλαε, δεδιττόμενος αὐτόν, λέγε δὲ πῶς τοὺς λῃστὰς ἠπάτησας.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: