previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ἔστι δὲ ἐν τῷ Πηλουσίῳ Διὸς ἱερὸν ἄγαλμα Κασίου: τὸ δὲ ἄγαλμα νεανίσκος, Ἀπόλλωνι μᾶλλον ἐοικώς: οὕτω γὰρ ἡλικίας εἶχε: προβέβληται δὲ τὴν χεῖρα καὶ ἔχει ῥοιὰν ἐπ̓ αὐτῇ: τῆς δὲ ῥοιᾶς λόγος μυστικός. [2] Προσευξάμενοι δὴ τῷ θεῷ καὶ περὶ τοῦ Κλεινίου καὶ τοῦ Σατύρου σύμβολον ἐξαιτήσαντεςκαὶ γὰρ ἔλεγον μαντικὸν εἶναι τὸν θεόνπεριῄειμεν τὸν νεών. [3] Κατὰ δὲ τὸν ὀπισθόδομον ὁρῶμεν εἰκόνα διπλῆν, καὶ γραφεὺς ἐπεγέγραπτο: Εὐάνθης μὲν γραφεύς, δὲ εἰκὼν Ἀνδρομέδα καὶ Προμηθεύς, δεσμῶται μὲν ἄμφωδιὰ τοῦτο γὰρ αὐτούς, οἶμαι, εἰς ἓν συνήγαγεν ζωγράφος’, ἀδελφαὶ δὲ καὶ τὴν ἄλλην τύχην αἱ γραφαί. [4] Πέτραι μὲν ἀμφοῖν τὸ δεσμωτήριον, θῆρες δὲ κατ̓ ἀμφοῖν οἱ δήμιοι, τῷ μὲν ἐξ ἀέρος, τῇ δὲ ἐκ θαλάττης: ἐπίκουροι δὲ αὐτοῖς Ἀργεῖοι δύο συγγενεῖς, τῷ μὲν Ἡρακλῆς, τῇ δὲ Περσεύς: μὲν τοξεύων τὸν ὄρνιν τοῦ Διός, δὲ ἐπὶ τὸ κῆτος τοῦ Ποσειδῶνος ἀθλῶν. Ἀλλ̓ μὲν ἵδρυται τοξαζόμενος ἐν γῇ, δὲ ἐξ ἀέρος κρέμαται τῷ πτερῷ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: