previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[7] ἐχόμενοι. καὶ διὰ τοῦτο πολλοὶ τῶν τὴν μοναδικὴν ἐπανῃρημένων τάξιν, πάντα μὲν ἐπίσης τὰ ἐνταῦθα τερπνὰ διέπτυον, πρὸς ἓν δὲ μόνον τοῦτο εἶχον ἐρωτικῶς, τὴν εὐσέβειαν, καὶ τὸν ὑπὲρ Χριστοῦ θάνατον ἐδίψων, καὶ τῆς ἐκεῖθεν ὠρέγοντο μακαριότητος. ἐκήρυττον οὖν, οὐ φόβῳ τινὶ καὶ ὑποστολῇ, ἀλλὰ καὶ λίαν εὐπαρρησιάστως τὸ τοῦ Θεοῦ σωτήριον ὄνομα, καὶ οὐδὲν τι [p. 12] μὴ Χριστὸς αὐτοῖς διὰ στόματος ἦν, τήν τε ῥευστὴν καὶ εὐμάραντον φύσιν τῶν παρόντων καὶ τὸ πάγιον καὶ ἄφθαρτον τῆς μελλούσης ζωῆς φανερῶς πᾶσιν ὑπεδείκνυον, καὶ οἱονεὶ ἀφορμὰς παρεῖχον καὶ σπέρματα πρὸς τὸ οἰκείους γενέσθαι 1 Θεῷ καὶ τῆς ἐν Χριστῷ κρυπτομένης ἀξιωθῆναι ζωῆς. ἐντεῦθεν πολλοί, τῆς ἡδίστης ἐκείνης διδασκαλίας ἀπολαύοντες, τοῦ μὲν πικροῦ τῆς ἀπάτης ἀφίσταντο σκότους, τῷ δὲ γλυκεῖ τῆς ἀληθείας φωτὶ προσετίθεντο: ὡς καί τινας τῶν ἐνδόξων καὶ τῆς συγκλήτου βουλῆς πάντα ἀποτίθεσθαι τὰ τοῦ βίου βάρη καὶ λοιπὸν γίνεσθαι μοναχούς. δὲ βασιλεύς, ὡς ἤκουσε ταῦτα, ὀργῆς ὅτι πλείστης πληρωθεὶς καὶ τῷ θυμῷ ὑπερζέσας, δόγμα αὐτίκα ἐξέθετο, πάντα Χριστιανὸν βιάζεσθαι τοῦ ἐξόμνυσθαι τὴν εὐσέβειαν. ὅθεν καινὰ μὲν κατ̓ αὐτῶν εἴδη βασάνων ἐπενόει καὶ ἐπετήδευε, καινοὺς δὲ τρόπους θανάτων ἠπείλει. καὶ γράμματα κατὰ πᾶσαν τὴν ὑποτελῆ αὐτῷ χώραν ἐπέμπετο ἄρχουσι καὶ ἡγεμόσι, τιμωρίας

1 Col. iii. 3

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: