previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[94] ῥύπου ἀμογητὶ καθαρθῆναι, ἐὰν συμβῇ ἔν τισι παραπτώμασιν ἡμᾶς ἁμαρτημάτων ἐμπεσεῖν, οὐκ ἔστι μὲν διὰ βαπτίσματος δευτέρα ἀναγέννησις ἐν ὕδατι τῆς κολυμβήθρας διὰ τοῦ πνεύματος ἐγγινομένη καὶ τελείως ἡμᾶς ἀναχωνεύουσα. τοῦτο γὰρ τὸ δώρημα ἅπαξ δέδοται: ἀλλὰ διὰ μετανοίας ἐμπόνου καὶ θερμῶν δακρύων, κόπων τε καὶ ἱδρώτων, γίνεται καθαρισμὸς καὶ συγχώρησις τῶν 1 πταισμάτων διὰ σπλάγχνα ἐλέους Θεοῦ ἡμῶν. βάπτισμα γὰρ ἐκλήθη καὶ τῶν δακρύων πηγή, κατὰ χάριν τοῦ Δεσπότου, ἀλλὰ πόνου καὶ χρόνου δεόμενον: καὶ πολλοὺς τῶν πολλῶν διεσώσατο πταισμάτων: καθότι οὐκ ἔστιν ἁμαρτία νικῶσα τὴν τοῦ Θεοῦ φιλανθρωπίαν, εἴπερ φθάσομεν μετανοῆσαι καὶ δάκρυσι πταισμάτων αἶσχος ἀπονίψασθαι, καὶ μὴ προλαβὼν θάνατος ῥερυπωμένους ἡμᾶς ἐκβαλεῖ τῶν ἐντεῦθεν: οὐκ ἔστι γὰρ 2 ἐν τῷ ᾄδῃ ἐξομολόγησις, οὐδὲ μετάνοια: ἕως δὲ ἐν τοῖς ζῶσιν ὦμεν, τοῦ θεμελίου τῆς ὀρθοδόξου 3 πίσεως ἀρραγοῦς διαμένοντος, κἄν τι τῆς δοκώσεως τῆς ἐνδομήσεως παραλυθῇ, ἔξεστι τὸ 4 σαθρωθὲν τοῖς πταίσμασι τῇ μετανοίᾳ αὖθις ἀνακαινίσαι. πλῆθος γὰρ οἰκτιρμῶν Θεοῦ ἀριθμῆσαι καὶ μέγεθος ἐλέους αὐτοῦ μετρῆσαι ἀδύνατον: ἁμαρτήματα δὲ οἷά περ ἂν ὦσι καὶ πταίσματα μέτρῳ ὑπόκεινται καὶ ἀριθμητὰ εἶναι συμβαίνει. τὰ οὖν μέτρῳ καὶ ἀριθμῷ ὑποκείμενα πταίσματα ἡμῶν τὸ ἀμέτρητον ἔλεος καὶ τοὺς

1 Luke i. 78

2 Ps. vi. 5

3 Cp. Eccles. x. 18

4 Cp. Rev. xxi. 18

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: