previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[95] ἀναριθμήτους οἰκτιρμοὺς τοῦ Θεοῦ νικῆσαι οὐ δύναται. [p. 160] Διὸ οὐ προσετάχθημεν ἐπὶ τοῖς ἡμαρτημένοις ἀπογινώσκειν, ἀλλ̓ ἐπιγινώσκειν τὴν ἀγαθότητα τοῦ Θεοῦ, καὶ καταγινώσκειν τῶν ἁμαρτημάτων ὧν ἄφεσις πρόκειται διὰ φιλανθρωπίαν τοῦ Χριστοῦ, ὃς ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν τὸ ἴδιον ἐξέχεεν αἷμα. πολλαχόθεν δὲ τῆς γραφῆς διδασκόμεθα τὴν δύναμιν τῆς μετανοίας, καὶ μάλιστα ἐκ τῶν προσταγμάτων καὶ παραβολῶν τοῦ Κυρίου 1 ἡμῶν Ἰησοῦ Χριστοῦ. Ἀπὸ τότε γάρ, φησίν, ἤρξατο Ἰησοῦς διδάσκειν καὶ λέγειν: Μετανοεῖτε: ἤγγικε γὰρ βασιλεία τῶν οὐρανῶν. 2 ἀλλὰ καὶ ἐν παραβολῇ υἱόν τινα εἰσηγεῖται, λαβόντα τὴν τοῦ πατρὸς οὐσίαν καὶ εἰς χώραν ἀποδημήσαντα μακράν, κἀκεῖ ἐν ἀσωτίᾳ πάντα καταναλώσαντα, εἶτα, λιμοῦ κατὰ τὴν χώραν ἐκείνην γενομένου, ἀπελθόντα καὶ κολληθέντα ἑνὶ τῶν πονηρῶν πολιτῶν τῆς πολυαμαρτήτου χώρας ἐκείνης: ὃς καὶ ἔπεμψεν αὐτόν, φησίν, εἰς τοὺς ἀγροὺς αὐτοῦ βόσκειν χοίρους: τὴν τραχυτάτην καὶ βδελυρὰν ἁμαρτίαν οὕτω καλέσας. πολλὰ οὖν μογήσας, καὶ εἰς ἐσχάτην ἐληλακὼς ταλαιπωρίαν, ὡς μηδὲ τῆς βρομώδους τῶν χοίρων τροφῆς τὴν ἰδίαν ἰσχύειν ἐμπλῆσαι γαστέρα, εἰς συναίσθησιν ὀψέ ποτε ἐλθὼν τῆς τοιαύτης αἰσχύνης, θρηνῶν ἑαυτὸν ἔλεγε: Πόσοι

1 Mat. iv. 17

2 Luke xv. 11 ff.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: