previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[115] καὶ τίς παρὰ σοῦ προσγινομένη μοι ἐλπίς, προσφιλέστατε; ἀποκριθεὶς οὖν ἐκεῖνος ἔφη: Οὐκ εἰμί σου φίλος, ἄνθρωπε: οὐκ ἐπίσταμαι τίς εἶ. ἄλλους γὰρ ἔχω προσφιλεῖς, μεθ̓ ὧν δεῖ με σήμερον εὐφραίνεσθαι, καὶ φίλους αὐτοὺς εἰς τὸ ἑξῆς κτήσασθαι. παρέχω δέ σοι ἰδοὺ ῥάκια δύο, τοῦ ἔχειν σε ταῦτα ἐν τῇ ὁδῷ πορεύῃ, ἅτινα οὐδέν σε τὸ παράπαν ὠφελήσουσι. καὶ μηδεμίαν [p. 194] ἄλλην παῤ ἐμοῦ προσδοκήσῃς ἐλπίδα. τούτων ἀκούσας ἐκεῖνος καὶ ἀπογνοὺς ἣν ἐξ αὐτοῦ βοήθειαν ἤλπιζε, πρὸς τὸν ἕτερον πορεύεται φίλον, καί φησι: Μέμνησαι, ἑταῖρε, ὅσης ἀπήλαυσας παῤ ἐμοῦ τιμῆς καὶ εὐγνωμοσύνης: σήμερον δέ, θλίψει περιπεσὼν καὶ συμφορᾷ μεγίστῃ, χρῄζω συνεργοῦ. πόσον οὖν ἰσχύεις μοι συγκοπιάσαι; ἐξ αὐτῆς γνώρισόν μοι. δέ φησιν: Οὐ σχολάζω σήμερον συναγωνίσασθαί σοι: μερίμναις γὰρ κἀγὼ καὶ περιστάσεσι περιπεσὼν ἐν θλίψει εἰμί. μικρὸν δ̓ ὅμως συνοδεύσω σοι, κἂν μηδὲν ὠφελήσω σε: καί, θᾶττον ὑποστρέψας οἴκαδε, ταῖς ἰδίαις ἔσομαι ἀσχολούμενος μερίμναις. κεναῖς οὖν κἀκεῖθεν ὑποστρέψας χερσὶν ἄνθρωπος καὶ πάντοθεν ἀπορούμενος, ἐταλάνιζεν ἑαυτὸν τῆς ματαίας ἐλπίδος τῶν ἀγνωμόνων αὐτοῦ φίλων, καὶ τῶν ἀνονήτων ταλαιπωριῶν ὧν ὑπὲρ τῆς ἐκείνων ἀγάπης ὑπέστη. ἀπέρχεται λοιπὸν πρὸς τὸν τρίτον φίλον αὐτοῦ, ὃν οὐδέποτε

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: