previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[117] καὶ γνησίῳ ἐνεδειξάμην φίλῳ; δὲ Ἰωάσαφ, καὶ τοῦτον μετὰ θαύματος δεξάμενος τὸν λόγον, τὴν σαφήνειαν ἐζήτει. καί φησιν Βαρλαάμ: πρῶτος φίλος ἂν εἴη τοῦ πλούτου περιουσία καὶ τῆς φιλοχρηματίας ἔρως, ἐφ̓ μυρίοις ἄνθρωπος περιπίπτει κινδύνοις, καὶ πολλὰς ὑπομένει ταλαιπωρίας: ἐλθούσης δὲ τῆς τελευταίας τοῦ θανάτου προθεσμίας οὐδὲν ἐκ πάντων ἐκείνων, εἰ μὴ τὰ πρὸς κηδείαν ἀνόνητα ῥάκια, λαμβάνει. δεύτερος δὲ φίλος κέκληται γυνή τε καὶ τέκνα καὶ οἱ λοιποὶ συγγενεῖς τε καὶ οἰκεῖοι, ὧν τῇ προσπαθείᾳ κεκολλημένοι δυσαποσπάστως ἔχομεν, αὐτῆς τῆς ψυχῆς καὶ τοῦ σώματος ἕνεκεν τῆς αὐτῶν ὑπερορῶντες ἀγάπης: οὐδεμιᾶς δέ τις ἐξ αὐτῶν ἀπώνατο ὠφελείας τῇ ὥρᾳ τοῦ θανάτου: ἀλλ̓ μόνον μέχρι τοῦ μνήματος συνοδεύουσιν αὐτῷ παρεπόμενοι, εἶτ̓, εὐθὺς ἐπαναστραφέντες, τῶν ἰδίων ἔχονται μεριμνῶν καὶ περιστάσεων, οὐκ ἔλαττον λήθῃ τὴν μνήμην, τὸ σῶμα τοῦ ποτε προσφιλοῦς [p. 198] καλύψαντες τάφῳ. δ̓ αὖ τρίτος φίλος παρεωραμένος καὶ φορτικός, μὴ προσιτός, ἀλλὰ φευκτὸς καὶ οἷον ἀποτρόπαιος, τῶν ἀρίστων ἔργων χορὸς καθέστηκεν, οἷον πίστις, ἐλπίς, ἀγάπη, ἐλεημοσύνη, φιλανθρωπία, καὶ λοιπὸς τῶν ἀρετῶν ὅμιλος, δυνάμενος προπορεύεσθαι ἡμῶν ἐξερχομένων τοῦ σώματος, ὑπὲρ ἡμῶν τε δυσωπῆσαι τὸν 1 Κύριον, καὶ τῶν ἐχθρῶν ἡμᾶς λυτρούμενος καὶ δεινῶν φορολόγων, τῶν λογοθέσιον ἡμῖν πικρὸν ἐν τῷ ἀέρι κινούντων, καὶ χειρώσασθαι πικρῶς ζητούντων. οὗτός ἐστιν εὐγνώμων φίλος καὶ ἀγαθός, καὶ τὴν μικρὰν ἡμῶν εὐπραγίαν ἐπὶ

1 Cp. Luke xvi. 9

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: