previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[142] οὐ προσάξω τῷ δωρησαμένῳ, ποίαν ἕξω ἀπολογίαν; δὲ νεώτερος τὴν πολλὴν αὐτῆς ὑπερθαυμάσας σύνεσιν, τὸν αὐτῆς προσκαλεσάμενος πατέρα. Δός μοι, φησί, τὴν θυγατέρα σου: [p. 240] ἠγάπησα γὰρ τὴν σύνεσιν αὐτῆς καὶ εὐσέβειαν. δὲ γέρων ἔφη: Οὐκ ἔξεστί σοι ταύτην λαβεῖν τὴν πένητος θυγατέρα, πλουσίων ὄντι γονέων. αὖθις δὲ νέος, Ναί, φησί, ταύτην λήψομαι, εἴπερ οὐκ ἀπαγορεύεις: θυγάτηρ γάρ μοι μεμνήστευται εὐγενῶν καὶ πλουσίων, καὶ ταύτην ἀποσεισάμενος φυγῇ ἐχρησάμην: τῆς δὲ σῆς θυγατρὸς διὰ τὴν εἰς Θεὸν εὐσέβειαν καὶ τὴν νουνεχῆ σύνεσιν ἐρασθείς, συναφθῆναι αὐτῇ προτεθύμημαι. δὲ γέρων πρὸς αὐτὸν ἔφησεν: Οὐ δύναμαί σοι ταύτην δοῦναι τοῦ ἀπαγαγεῖν ἐν τῷ οἴκῳ τοῦ πατρός σου καὶ τῶν ἐμῶν χωρίσαι ἀγκαλῶν: μονογενὴς γάρ μοί ἐστιν. Ἀλλ̓ ἐγώ, φησὶν νεανίσκος, παῤ ὑμῖν μενῶ, καὶ τὴν ὑμῶν ἀναδέξομαι πολιτείαν. εἶτα καὶ τὴν λαμπρὰν ἀποθέμενος ἐσθῆτα, τὰ τοῦ γέροντος αἰτησάμενος περιεβάλλετο. πολλὰ δὲ ἐκεῖνος ἐκπειράσας αὐτὸν καὶ ποικίλως τὸν αὐτοῦ δοκιμάσας λογισμόν, ὡς ἔγνω σταθερᾶς ὑπάρχειν αὐτὸν διανοίας καὶ ὡς οὐκ ἔρωτι ἀφροσύνης κατεχόμενος αἰτεῖται τὴν αὐτοῦ θυγατέρα, ἀλλ̓ ἔρωτι εὐσεβείας εἵλετο πενιχρῶς ζῆν, ταύτην προκρίνας τῆς αὐτοῦ δόξης καὶ εὐγενείας, κρατήσας αὐτὸν τῆς χειρός, εἰσήγαγεν εἰς τὸ ἑαυτοῦ ταμιεῖον, καὶ ὑπέδειξε πλοῦτον πολὺν ἀποκείμενον αὐτῷ καὶ χρημάτων ἀναρίθμητον ὄγκον, ὅσον οὐ τεθέατο πώποτε νεανίσκος. καί φησι πρὸς αὐτόν: Τέκνον, ταῦτα

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: