previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[172] 1 λόγοι ἀπρεπεῖς, ὁμιλίαι κακαί, τῆς προσηκούσης οὐ τυγχάνει διορθώσεως. ὥσπερ γὰρ ἐν τοῖς σώμασιν οἱ μικρῶν καταφρονήσαντες τραυμάτων σηπεδόνας πολλάκις καὶ θάνατον ἑαυτοῖς προεξένησαν, [p. 290] οὕτω καὶ τῶν ψυχῶν, οἱ τῶν μικρῶν ὑπερορῶντες παθῶν καὶ ἁμαρτημάτων, τὰ μείζονα ἐπεισάγουσι: καθ̓ ὅσον δὲ τὰ μείζονα ἐπεισέρχεται αὐτοῖς, ἐν ἕξει γινομένη ψυχὴ καταφρονεῖ. 2 Ἀσεβὴς γάρ, φησίν, ἐλθὼν εἰς βάθος 3 κακῶν καταφρονεῖ, καὶ λοιπὸν ὥσπερ ὗς ἐγκυλινδούμενος βορβόρῳ ἥδεται, οὕτω καὶ ψυχὴ 4 ἐκείνη, ταῖς κακαῖς συνηθείαις καταχωσθεῖσα, οὐδὲ αἴσθησιν λαμβάνει τῆς τῶν ἁμαρτημάτων δυσωδίας, ἀλλὰ τέρπεται μᾶλλον αὐταῖς καὶ ἐνηδύνεται, ὡς ἀγαθοῦ τινος τῆς κακίας ἀντεχομένη: κἂν ὀψὲ δή ποτε ἀνανεύουσα εἰς αἴσθησιν ἔλθῃ, κόπῳ πολλῷ καὶ ἱδρῶτι ἐλευθεροῦται, οἷς ἐθελοντὶ κατεδούλευσεν ἑαυτὴν τῇ πονηρᾷ συνηθείᾳ. Διὰ τοῦτο πάσῃ δυνάμει μάκρυνον ἑαυτὸν ἀπὸ πάσης ἐννοίας καὶ ἐνθυμήσεως πονηρᾶς καὶ πάσης ἐμπαθοῦς συνηθείας: μᾶλλον δὲ ταῖς ἀρεταῖς ἔθιζε ἑαυτὸν καὶ ἐν ἕξει τῆς τούτων γενοῦ ἐργασίας. εἰ γὰρ μικρὸν κοπιάσεις ἐν αὐτοῖς καὶ ἐν ἕξει γενέσθαι ἰσχύσεις, ἀκόπως λοιπὸν τῇ τοῦ Θεοῦ συνεργείᾳ προκόψεις. γὰρ ἕξις τῆς ἀρετῆς τῇ ψυχῇ ποιωθεῖσα, ὡς ἅτε φυσικὴν συγγένειαν πρὸς αὐτὴν ἔχουσα καὶ τὸν Θεὸν συνεργὸν κεκτημένη, δυσμετάβλητος γίνεται καὶ

1 Menander; (1 Cor. xv. 33)

2 Prov. xviii. 3

3 Prov. xxvi. 11

4 2 Pet. ii. 22

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: