previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[13] διεσκεδάσθη, καὶ ἔγνων εἰς γέγονα καὶ ὅτι δεῖ με πρὸς τὸν δημιουργὸν ἀναβῆναι, διὰ τῆς τῶν ἐντολῶν ἐργασίας. ὅθεν, πάντα καταλιπών, αὐτῷ ἠκολούθησα καὶ εὐχαριστῶ τῷ Θεῷ διὰ Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν, ὅτι ἐρύσατό 1 με τοῦ πηλοῦ καὶ τῆς πλινθείας, καὶ τοῦ ἀπηνοῦς 2 καὶ ὀλεθρίου ἄρχοντος τοῦ σκότους τοῦ αἰῶνος τούτου, καὶ ἔδειξέ μοι ὁδὸν σύντομον καὶ ῥᾳδίαν, 3 δἰ ἧς δυνήσομαι ἐν τῷ ὀστρακίνῳ τούτῳ σώματι τὴν ἀγγελικὴν ἀσπάσασθαι πολιτείαν, ἥνπερ 4 φθάσαι ζητῶν, τὴν στενὴν καὶ τεθλιμμένην εἱλόμην βαδίζειν ὁδόν, πάνυ καταγνοὺς τῆς τῶν παρόντων ματαιότητος καὶ τῆς ἀστάτου φορᾶς 5 τούτων καὶ περιφορᾶς, καὶ μὴ πειθόμενος ἄλλο τι καλὸν ὀνομάζειν πρὸ τοῦ ὄντος καλοῦ, οὗπερ σὺ ἐλεεινῶς, βασιλεῦ, διερράγης τε καὶ διέστης. ὅθεν καὶ ἡμεῖς διέστημέν σου καὶ διῃρέθημεν, διὰ τὸ εἰς σαφῆ καὶ ὡμολογημένην σέ τε καταπίπτειν ἀπώλειαν καὶ πρὸς ἴσον κατενεχθῆναι

1 Ex. i. 14

2 Eph. vi. 12

3 2 Cor. iv. 7

4 Mat. vii. 14

5 Eccles. ii. 2

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: