previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[9] πάνυ τοῦτον φιλῶν καὶ διὰ τιμῆς ἄγων, ὡς ἤκουσε ταῦτα, ἤλγησε μὲν τὴν ψυχὴν ἐπὶ τῇ τοῦ φίλου στερήσει, ἐξεκαύθη δὲ πλέον τῇ κατὰ τῶν μοναζόντων ὀργῇ. καὶ δὴ κατὰ ζήτησιν αὐτοῦ πανταχοῦ ἀποστείλας, καὶ πάντα λίθον κινήσας, τὸ τοῦ λόγου, ὥστε τοῦτον ἐφευρεῖν, μετὰ οὖν χρόνον ἱκανὸν οἱ εἰς ἐπιζήτησιν αὐτοῦ πεμφθέντες, ὡς ἤσθοντο ἐν ἐρήμοις αὐτὸν τὰς οἰκήσεις ἔχοντα, [p. 16] διερευνήσαντες καὶ συλλαβόμενοι, τῷ τοῦ βασιλέως παρέστησαν βήματι. ἰδὼν δὲ αὐτὸν ἐν οὕτω πενιχρᾷ καὶ τραχυτάτῃ ἐσθῆτι τὸν λαμπροῖς ποτε ἱματίοις ἠμφιεσμένον, καὶ τὸν πολλῇ συζῶντα τρυφῇ τεταριχευμένον τῇ σκληρᾷ τῆς ἀσκήσεως ἀγωγῇ, καὶ τοῦ ἐρημικοῦ βίου ἐναργῶς περικείμενον τὰ γνωρίσματα, λύπης ὁμοῦ καὶ ὀργῆς ἐπεπλήρωτο, καί, ἐξ ἀμφοῖν τὸν λόγον κεράσας, ἔφη πρὸς αὐτόν: ἀνόητε καὶ φρενοβλαβές, τίνος χάριν ἀντηλλάξω τῆς τιμῆς αἰσχύνην, καὶ τῆς λαμπρᾶς δόξης τὴν ἀσχήμονα ταύτην ἰδέαν; πρόεδρος τῆς ἐμῆς βασιλείας καὶ ἀρχιστράτηγος τῆς ἐμῆς δυναστείας, παίγνιον μειρακίων σεαυτὸν καταστήσας, οὐ μόνον τῆς ἡμετέρας φιλίας καὶ παρρησίας μακρὰν λήθην πεποιηκώς, ἀλλὰ καὶ αὐτῆς κατεξαναστὰς τῆς φύσεως, καὶ μηδὲ τῶν ἰδίων τέκνων οἶκτον λαβών, πλοῦτόν τε καὶ πᾶσαν τὴν τοῦ βίου περιφάνειαν εἰς οὐδὲν λογισάμενος, τὴν τοσαύτην

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: