previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[178] τὸν τῆς παροικίας ὑμῶν χρόνον ἀναστράφητε, εἰδότες ὅτι οὐ φθαρτοῖς, ἀργυρίῳ χρυσίῳ, ἐλυτρώθητε ἐκ τῆς ματαίας ὑμῶν ἀναστροφῆς πατροπαραδότου, ἀλλὰ τιμίῳ αἵματι, ὡς ἀμνοῦ ἀμώμου καὶ ἀσπίλου, Χριστοῦ. [p. 300] Ταῦτα οὖν πάντα ἐν καρδίᾳ τιθέμενος, μέμνησο ἀδιαλείπτως, πρὸ ὀφθαλμῶν ἔχων ἀεὶ τὸν φόβον τοῦ Θεοῦ καὶ τὸ φρικῶδες αὐτοῦ κριτήριον, τὴν φαιδρότητά τε τῶν δικαίων ἣν μέλλουσιν ἐν ἐκείνῳ ἀπολαβεῖν τῷ αἰῶνι, καὶ τὴν κατήφειαν τῶν ἁμαρτωλῶν ἐν τῷ σκότει τῷ βαθυτάτῳ, τὴν ἀσθένειάν τε καὶ ματαιότητα τῶν παρόντων καὶ 1 τὸ τῶν μελλόντων ἀτελεύτητον, ὅτι Πᾶσα σὰρξ χόρτος καὶ πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου: ἐξηράνθη χόρτος καὶ τὸ ἄνθος αὐτοῦ ἐξέπεσε, τὸ δὲ ῥῆμα Κυρίου μένει εἰς τὸν αἰῶνα. ταῦτα μελέτα διὰ παντός: καὶ εἰρήνη τοῦ Θεοῦ εἴη μετὰ σοῦ, φωτίζουσά σε καὶ συνετίζουσα καὶ εἰς τὴν ὁδὸν ἄγουσα τῆς σωτηρίας, καὶ πᾶν θέλημα πονηρὸν πόρρω διώκουσα τοῦ νοός σου, σφραγίζουσα δὲ τὴν ψυχήν σου τῷ τοῦ σταυροῦ σημείῳ, ἵνα μηδέν σοι πλησιάσῃ τῶν τοῦ πονηροῦ σκανδάλων, ἀλλ̓ ἀξιωθῇς ἐν πάσῃ τελειότητι τῶν ἀρετῶν τῆς μελλούσης ἐπιτυχεῖν ἀτελευτήτου καὶ ἀδιαδόχου βασιλείας, καὶ τῷ φωτὶ περιλαμφθῆναι τῆς μακαρίας καὶ ζωαρχικῆς Τριάδος, τῆς ἐν Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι δοξαζομένης.

1 Is. xi. 6

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: