previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[193] τοῦ σκοποῦ, οὐδὲ ψευσθησόμεθα τῆς ἐλπίδος. ἀλλ̓ ἐκεῖνος αὐτός, ῥήμασι πιθανοῖς βασάνων ὀργάνοις πολυειδέσι πεισθείς, ἄκων ἂν ὁμολογήσειε ψευδῆ καὶ πεπλανημένα φάσκειν, καὶ τὸν κύριόν μου καὶ υἱόν σου τοῦ πατρῴου ἔχεσθαι μεταπείσειε δόγματος. εἰ δὲ ἐκεῖνον μὲν καταλαβεῖν οὐ δυνηθείημεν, ἕτερον ἐγὼ ἐπίσταμαι πρεσβύτην μονερημίτην, Ναχὼρ καλούμενον, ὅμοιον τῷ Βαρλαὰμ κατὰ πάντα, ὃν οὐκ ἔστι διαγνῶναι μὴ ἐκεῖνον ὑπάρχειν, τῆς ἡμετέρας [p. 326] δόξης ὄντα, καὶ διδάσκαλον ἐμὸν ἐν τοῖς μαθήμασι γενόμενον. τούτῳ ὑπαγορεύσας ἐγώ, νύκτωρ ἀπελθών, πάντα κατὰ μέρος ἀφηγήσομαι. εἶτα, κρατηθῆναι τὸν Βαρλαὰμ διαφημήσαντες, τοῦτον παραστησόμεθα: ὃς καὶ Βαρλαὰμ ἑαυτὸν ὀνομάσας, τὰ τῶν Χριστιανῶν πρεσβεύειν προσποιήσεται, καὶ τούτους διεκδικῶν φανήσεται. εἶτα, μετὰ πολλὴν διάλεξιν ἡττώμενος, κατὰ κράτος ἐκνικηθήσεται. καὶ ταῦτα τοῦ βασιλέως υἱὸς θεώμενος, ὡς Βαρλαὰμ μὲν ἡττήθη, τὰ δὲ ἡμέτερα ὑπερνικᾷ, τοῖς νικῶσι πάντως συνθήσεται: μέγα πρὸς τούτοις καὶ τὸ τὴν σὴν αἰδεῖσθαι βασιλείαν καὶ τὰ σοὶ κεχαρισμένα ποιεῖν τιθέμενος. ἐπιστραφήσεται γὰρ καὶ τὸ προσωπεῖον τοῦ Βαρλαὰμ ὑποδύς, καὶ πεπλανῆσθαι αὐτὸν διαβεβαιώσειε. Ἥσθη βασιλεὺς ἐπὶ τοῖς λαληθεῖσι, καὶ ἄριστα βουλεύσασθαι ἔδοξε, κεναῖς ἐπερειδόμενος ἐλπίσιν. ἔνθεν τοι καὶ τὸν Βαρλαὰμ ἔναγχος

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: