previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[282] κατακαιόμενοι. καὶ φωνὴ ἠκούετο λέγουσα: Οὗτος τόπος τῶν ἁμαρτωλῶν: αὕτη κόλασις [p. 472] τῶν πράξεσιν αἰσχραῖς ἑαυτοὺς μολυνάντων: ἐπὶ τούτοις ἐξήγαγον αὐτὸν ἐκεῖθεν οἱ καὶ εἰσαγαγόντες. καὶ εἰς ἑαυτὸν εὐθὺς ἐλθὼν ἔντρομος ἦν ὅλος: δάκρυα δὲ ποταμηδὸν κατέδυον οἱ ὀφθαλμοὶ αὐτοῦ. πᾶσα δὲ ὡραιότης τῆς ἀκολάστου κόρης ἐκείνης καὶ τῶν λοιπῶν δυσωδεστέρα βορβόρου καὶ σαπρίας αὐτῷ λελόγιστο. στρέφων δὲ ἐν τῇ ψυχῇ τῶν ὁραθέντων τὴν μνήμην, τῷ πόθῳ τῶν ἀγαθῶν καὶ τῷ φόβῳ τῶν ἀνιαρῶν ἐκείνων ἐπὶ τῆς κλίνης κατέκειτο ἥκιστα ἐγερθῆναι δυνάμενος. Ἀνηγγέλθη δὲ τῷ βασιλεῖ τοῦ υἱοῦ ἀρρωστία. καὶ ὃς ἐλθὼν ἐπηρώτα τί τὸ συμβάν. δὲ τὰ ὁραθέντα αὐτῷ διηγεῖται, καί φησιν: 1 Ἱνατί παγίδα ἡτοίμασας τοῖς ποσί μου, καὶ 2 κατέκαμψας τὴν ψυχήν μου; εἰ μὴ γὰρ Κύριος ἐβοήθησέ μοι, παραβραχὺ παρῴκησεν ἂν τῷ 3 ᾄδῃ ψυχή μου. ἀλλ̓ ὡς ἀγαθὸς Θεὸς τῷ Ἰσραήλ, τοῖς εὐθέσι τῇ καρδίᾳ: ὃς καὶ τὴν ἐμὴν ἐρρύσατο 4 ταπείνωσιν ἐκ μέσου σκύμνων. ἐκοιμήθην γὰρ τεταραγμένος. ἀλλ̓ ἐπεσκέψατό με ἐξ ὕψους Θεός μου καὶ Σωτήρ μου, καὶ ἔδειξέ μοι οἵων ἀγαθῶν ἀπεστέρησαν ἑαυτοὺς οἱ παροργίζοντες αὐτόν, οἵων δὲ κολάσεων ὑπευθύνους εἰργάσαντο. καὶ νῦν, πάτερ, ἐπεί σου τὰ ὦτα ἔβυσας τοῦ μὴ ἀκοῦσαί μου τῆς φωνῆς τῆς τὰ ἀγαθά σοι ἐπᾳδούσης, κἂν ἐμὲ μὴ κώλυε τὴν εὐθεῖαν

1 Ps. lvii. 7

2 Ps. xciv. 17

3 Ps. lxxiii. 1

4 Cp. Ps. lvii. 4

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: