previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[287] ἀνθρωπίνης ἔργα; λίθον γὰρ λαξεύσαντες ξύλον τεκτονεύσαντες, θεὸν προσηγορεύσατε: εἶτα τὸν κάλλιστον ἐκ βουκολίων ταῦρον λαβόντες, ἄλλο τυχὸν τῶν εὐπρεπεστάτων ζῴων, νεκρῷ σεβάσματι θύετε ἀνόητοι. τιμιώτερόν ἐστί σου τοῦ σεβάσματος τὸ θῦμα: τὸ μὲν γὰρ ξόανον ἄνθρωπος ἐποίησε, τὸ δὲ ζῷον Θεὸς ἐδημιούργησε. καὶ πόσον σοῦ μᾶλλον τοῦ λογικοῦ συνετώτερόν ἐστι τὸ ἄλογον ζῷον; τὸ μὲν 1 γὰρ οἶδε τὸν τρέφοντα: σὺ δὲ τὸν Θεὸν ἠγνόησας, δἰ οὗ ἐκ τοῦ μὴ ὄντος παρήχθης, δἰ οὗ ζῇς καὶ συντετήρησαι, καὶ καλεῖς θεόν, ὃν πρὸ μικροῦ ἔβλεπες σιδήρῳ τυπτόμενον καὶ πυρὶ καιόμενόν τε καὶ χωνευόμενον, καὶ σφύραις ἐλαυνόμενον, ὃν ἄργυρον καὶ χρυσὸν περιέθηκας καὶ χαμόθεν ὑψώσας ἐφ̓ ὑψηλοῦ μετεώρισας: εἶτα, πεσὼν ἐπὶ τῆς γῆς, τοῦ ταπεινοῦ λίθου κεῖσαι ταπεινότερος, προσκυνῶν οὐ Θεὸν ἀλλὰ τὰ ἔργα τῶν χειρῶν σου τὰ νεκρὰ καὶ ἄψυχα. μᾶλλον δὲ

1 Is. i. 3

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: