previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[301] ἁμαρτωλοῦ καὶ ἀσεβοῦς, ὡς τὸ ἐπιστρέψαι ἀπὸ τῆς ὁδοῦ αὐτοῦ καὶ ζῆν αὐτόν: ἀποστροφῇ ἀποστρέψατε ἀπὸ τῆς ὁδοῦ ὑμῶν τῆς πονηρᾶς: καὶ ἱνατί ἀποθνήσκετε, οἶκος Ἰσραήλ; ἀνομία γὰρ ἀνόμου οὐ μὴ κακώσῃ αὐτόν: ἐν ἂν ἡμέρᾳ ἀποστρέψῃ ἀπὸ τῆς ἀνομίας αὐτοῦ καὶ ποιήσῃ δικαιοσύνην, καὶ ἐν προστάγματι ζωῆς διαπορεύσηται, ζωῇ ζήσεται καὶ οὐ μὴ ἀποθάνῃ: πᾶσαι αἱ ἁμαρτίαι αὐτοῦ ἃς ἥμαρτεν οὐ μὴ μνησθῶσιν: ὅτι κρῖμα δικαιοσύνης ἐποίησεν, ἐν αὐτῇ ζήσεται. 1 καὶ αὖθις, Λούσασθε, δἰ ἑτέρου βοᾷ προφήτου, καθαροὶ γένεσθε, ἀφέλετε τὰς πονηρίας ἀπὸ τῶν ψυχῶν ὑμῶν ἀπέναντι τῶν ὀφθαλμῶν μου: παύσασθε ἀπὸ τῶν πονηριῶν ὑμῶν: μάθετε καλὸν ποιεῖν: καὶ δεῦτε καὶ διαλεχθῶμεν: καὶ ἐὰν ὦσιν αἱ ἁμαρτίαι ὑμῶν ὡς φοινικοῦν, ὡς χιόνα λευκανῶ, ἐὰν δὲ ὦσιν ὡς κόκκινον, ὡσεὶ ἔριον λευκανῶ. τοιούτων οὖν προκειμένων ἐπαγγελιῶν παρὰ τοῦ Θεοῦ τοῖς ἐπιστρέφουσι, μὴ μέλλε, ἄνθρωπε, μηδὲ ἀναβάλλου: ἀλλὰ πρόσελθε πρὸς Χριστὸν τὸν φιλάνθρωπον Θεὸν ἡμῶν, καὶ φωτίσθητι, καὶ 2 τὸ πρόσωπόν σον οὐ μὴ καταισχυνθῇ. ἅμα γὰρ τῷ καταδῦναί σε τῇ κολυμβήθρᾳ τοῦ θείου βαπτίσματος, ὅλον τὸ αἶσχος τοῦ παλαιοῦ ἀνθρώπου καὶ ὅλος φόρτος τῶν πολλῶν ἁμαρτημάτων 3 ἐνθάπτεται τῷ ὕδατι καὶ εἰς τὸ μὴ ὂν χωρεῖ, νέος δὲ σὺ ἐκεῖθεν καὶ παντὸς ῥύπου καθαρὸς ἀνέρχῃ,

1 Is. 1. 16-18

2 Ps. xxxiv. 5

3 Greg. Naz. Orat. xLp. 638

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: