Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[320]
μετὰ τοῦ υἱοῦ τοὺς εἰδώλων ναοὺς καὶ βωμοὺς
περιστάντες μέχρις αὐτῶν κατηδάφουν τῶν θεμελίων:
ἱερὰ δὲ τῷ Θεῷ τεμένη ἀντῳκοδόμουν.
οὐ μόνον δὲ ἐν τῇ πόλει, ἀλλὰ καὶ ἀνὰ πᾶσαν
τὴν χώραν σπουδῇ ταῦτα ἐποίουν. τὰ δὲ πονηρὰ
πνεύματα τὰ τοῖς βωμοῖς ἐνοικοῦντα ὀλολύζοντα
ἠλαύνοντο, καὶ τὴν ἄμαχον τοῦ Θεοῦ ἡμῶν
δύναμιν ὑποτρέμοντα ἐβόων. πᾶσα δὲ ἡ περίχωρος
καὶ τὰ τῶν προσοίκων ἐθνῶν πλεῖστα
πρὸς τὴν εὐσεβῆ πίστιν ἐχειραγωγοῦντο. τότε
δὴ τοῦ ἀνωτέρω ῥηθέντος θειοτάτου ἐπισκόπου
παραγενομένου, κατηχεῖται ὁ βασιλεὺς Ἀβεννήρ,
1 καὶ τῷ θείῳ τελειοῦται βαπτίσματι εἰς τὸ ὄνομα
τοῦ Πατρός, τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος.
1 Mat. xxviii. 19
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.