previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[330] ἐνστάσει, ὑποστρέφει αὖθις εἰς τὸ παλάτιον. καί, συναγαγὼν ἅπαντας, τὴν ἑαυτοῦ ἐφανέρωσε βουλήν. εἶτα καὶ ὅρκοις ἐμπεδοῖ τὸν λόγον, ὡς οὐδεμίαν αὐτοῖς τοῦ λοιποῦ συνέσται ἡμέραν. Ἐγὼ γάρ, φησί, τὴν πρὸς ὑμᾶς διακονίαν μου 1 ἐπληροφόρησα καὶ οὐδὲν ἐνέλιπον, οὐδὲ ὑπεστειλάμην τῶν συμφερόντων, τοῦ μὴ ἀναγγεῖλαι ὑμῖν καὶ διδάξαι διαμαρτυρόμενος πᾶσι τὴν εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν πίστιν, καὶ μετανοίας ὁδοὺς ὑποδεικνύων. καὶ νῦν ἰδοὺ ἐγὼ πορεύομαι τὴν ὁδὸν ἣν ἔκπαλαι ἐπόθουν: καὶ οὐκ 2 ἔτι ὄψεσθε τὸ πρόσωπόν μου ὑμεῖς πάντες. διὸ μαρτύρομαι ὑμῖν τῇ σήμερον ἡμέρᾳ, κατὰ τὸν θεῖον Ἀπόστολον, ὅτι καθαρὸς ἐγώ εἰμι ἀπὸ τοῦ αἵματος πάντων ὑμῶν. οὐ γὰρ ὑπεστειλάμην τοῦ μὴ ἀναγγεῖλαι ὑμῖν πᾶσαν τὴν βουλὴν τοῦ Θεοῦ. Ταῦτα ἀκούσαντες, καὶ τὸ τῆς γνώμης αὐτοῦ στερρὸν ἐπιστάμενοι, ὡς οὐδὲν τῆς προθέσεως κωλῦσαι δύναται, ὠδύροντο μὲν τὴν ὀρφανίαν, οὐκ εἶχον δὲ ὅλως αὐτὸν πειθόμενον. τότε βασιλεὺς τὸν Βαραχίαν ἐκεῖνον, ὃν καὶ φθάσας λόγος ἐδήλωσε, κατασχών, Τοῦτον, εἶπεν, ἀδελφοί, ὑμῖν προχειρίζομαι βασιλέα. τοῦ δὲ ἰσχυρῶς πρὸς τὸ πρᾶγμα ἀπειθοῦντος, ἄκοντα καὶ μὴ βουλόμενον τῇ βασιλικῇ ἀρχῇ ἐγκαθίστησι, [p. 552] καὶ τῇ κεφαλῇ αὐτοῦ τὸ διάδημα περιτίθησι, τὸν βασιλικόν τε δακτύλιον δίδωσιν εἰς 3 τὴν χεῖρα. καὶ στὰς κατὰ ἀνατολὰς ηὔξατο εὐχὴν τῷ βασιλεῖ Βαραχίᾳ: ἀπερίτρεπτον αὐτῷ τὴν εἰς Θεὸν φυλαχθῆναι πίστιν καὶ ἀκλινῆ τὴν

1 Acts xx. 20

2 Acts xx. 26, 27

3 See De fide orth. Bk. iv. Ch. 12

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: