previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[25] κατέσχε δὲ ὅμως τὴν ὀργήν, καὶ οὐδὲν τέως τῷ ἀνδρὶ λελάληκεν. δέ, συνετὸς ὢν καὶ ἀγχίνους, ἐπέγνω βαρέως δέξασθαι τὸν βασιλέα τὰ ῥήματα αὐτοῦ καὶ ὅτι δόλῳ ἦν αὐτὸν ἐκπειράζων. ὑποστρέψας δὲ οἴκαδε ἠνιᾶτο καὶ ἐδυσφόρει, ἀπορῶν τίνι τρόπῳ θεραπεύσει τὸν βασιλέα καὶ ἐκφύγῃ τὸν ἐπηρτημένον αὐτῷ κίνδυνον. ἀΰπνῳ δὲ ὅλην τὴν νύκτα διατελοῦντι ἐπὶ μνήμης ἦλθεν αὐτῷ τὸν πόδα συντετριμμένος, καί, τοῦτον πρὸς ἑαυτὸν ἀγαγών, ἔφη: Μέμνημαί σου εἰρηκότος θεραπευτὴν ῥημάτων κεκακωμένων ὑπάρχειν σε. δέ, Ναί, φησί: καί, εἰ χρῄζεις, ἐπιδείξομαι τὰ τῆς ἐπιστήμης. ὑπολαβὼν δὲ συγκλητικὸς ἀφηγήσατο αὐτῷ τήν τε ἐξ ἀρχῆς πρὸς τὸν βασιλέα εὔνοιαν αὑτοῦ, καὶ ἣν ἐκέκτητο παρρησίαν, καὶ τὴν ἔναγχος προτεθεῖσαν [p. 44] αὐτῷ δολερὰν ὁμιλίαν, καὶ ὅπως αὐτὸς μὲν ἀγαθὰ ἀπεκρίνατο, ἐκεῖνος δὲ δυσχερῶς δεξάμενος τὸν λόγον, τῇ τοῦ προσώπου ἀλλοιώσει τὴν ἐνδομυχοῦσαν αὐτῷ ὀργὴν ἐνεδείξατο. δὲ πένης ἐκεῖνος καὶ ἀσθενὴς διασκεψάμενος 1 ἔφη: Γνωστὸν ἔστω σοι, ἐνδοξότατε, πονηρὰν ἔχειν πρὸς σὲ ὑπόληψιν τὸν βασιλέα, ὡς ὅτι κατασχεῖν αὐτοῦ τὴν βασιλείαν ζητεῖς, καὶ πειράζων σε εἶπεν ἅπερ εἶπεν. ἀναστὰς οὖν, καὶ κείρας σου τὴν κόμην, καὶ ἐκβαλὼν τὰ λαμπρὰ ἱμάτια ταῦτα, τρίχινα δὲ ἀμφιεσάμενος, ἅμα

1 Dan. iii. 10; Acts ii. 14

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: