previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[57] γάρ, ὡς ταῦτα τὰ ῥήματα ἐδεξάμην ταῖς ἀκοαῖς, φῶς γλυκύτατον εἰσέδυ μου τῇ καρδίᾳ, καὶ τὸ βαρὺ ἐκεῖνο τῆς λύπης κάλυμμα, τὸ πολὺν ἤδη χρόνον περικείμενον τῇ καρδίᾳ μου, θᾶττον περιῃρέθη. εἰ οὖν καλῶς εἰκάζω, ἀνάγγειλόν μοι: εἰ δὲ καὶ κρεῖττόν τι τῶν εἰρημένων γινώσκεις, μὴ ἀναβάλλου ἐξ αὐτῆς φανερῶσαί μοι. Αὖθις οὖν Βαρλαὰμ ἀπεκρίνατο: Ναὶ μήν, κύριέ μου καὶ βασιλεῦ, τοῦτό ἐστι τὸ μέγα μυστήριον 1 τὸ ἀποκεκρυμμένον ἀπὸ τῶν αἰώνων καὶ ἀπὸ τῶν γενεῶν, ἐπ̓ ἐσχάτων δὲ τῶν χρόνων φανερωθὲν τῷ γένει τῶν ἀνθρώπων, οὗ τὴν φανέρωσιν πάλαι τῇ τοῦ θείου Πνεύματος χάριτι 2 προήγγειλαν πολλοὶ προφῆται καὶ δίκαιοι, πολυμερῶς καὶ πολυτρόπως μυηθέντες: καὶ μεγαλοφώνως καταγγείλαντες, καὶ πάντες τὴν ἐσομένην 3 σωτηρίαν προορῶντες, ἐπόθουν θεάσασθαι ταύτην, 4 καὶ οὐκ ἐθεάσαντο: ἀλλ̓ ἐσχάτη γενεὰ αὕτη 5 ἠξιώθη τὸ σωτήριον δέξασθαι. πιστεύσας οὖν καὶ βαπτισθεὶς σωθήσεται, δὲ ἀπιστήσας κατακριθήσεται. δὲ Ἰωάσαφ ἔφη: Πάντα τὰ εἰρημένα σοι ἀνενδοιάστως πιστεύω, καὶ ὃν καταγγέλλεις δοξάζω Θεόν. μόνον ἀπλανῶς μοι ταῦτα σαφήνισον,

1 Col. i. 26

2 Heb. i. 1

3 Luke x. 24

4 Mat. xiii. 17

5 Mk. xvi. 16

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: