previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[63] ἐπεὶ δὲ θάνατον κατεκρίθημεν, ἀποθνήσκομεν πάντες, καὶ οὐκ ἔστι τὸ ποτήριον τοῦτό τινα τῶν ἀνθρώπων παραδραμεῖν: ἔστι δὲ θάνατος χωρισμὸς ψυχῆς ἀπὸ τοῦ σώματος. ἐκεῖνο μὲν οὖν τὸ ἐκ γῆς διαπλασθὲν σῶμα, χωρισθὲν τῆς ψυχῆς, εἰς γῆν ὑποστρέφει, ἐξ ἧσπερ καὶ ἐλήφθη, καὶ φθειρόμενον διαλύεται: δὲ ψυχή, ἀθάνατος οὖσα, πορεύεται ἔνθα κελεύει Δημιουργός, μᾶλλον δὲ καθὼς αὐτὴ προητοίμασεν ἑαυτῇ κατάλυμα ἔτι τῷ σαρκίῳ συνοῦσα. καθὼς γάρ τις πολιτεύσηται ἐνταῦθα, μέλλει ἀπολαμβάνειν ἐκεῖθεν. [p. 108] Εἶτα μετὰ πλείστους χρόνους ἐλεύσεται Χριστὸς Θεὸς ἡμῶν κρῖναι τὸν κόσμον ἐν δόξῃ φοβερᾷ καὶ ἀνεκδιηγήτῳ, οὗ τῷ φόβῳ αἱ δυνάμεις 1 τῶν οὐρανῶν σαλευθήσονται, καὶ πᾶσαι αἱ στρατιαὶ τῶν ἀγγέλων τρόμῳ παρίστανται ἐνώπιον 2 αὐτοῦ. τότε ἐν φωνῇ ἀρχαγγέλου καὶ ἐν σάλπιγγι Θεοῦ ἀναστήσονται οἱ νεκροί, καὶ παραστήσονται τῷ φοβερῷ αὐτοῦ θρόνῳ. ἔστι δὲ ἀνάστασις συνάφεια πάλιν ψυχῆς τε καὶ σώματος. 3 αὐτὸ οὖν τὸ σῶμα, τὸ φθειρόμενον καὶ διαλυόμενον, αὐτὸ ἀναστήσεται ἄφθαρτον. καὶ μηδαμῶς σοι ἀπιστίας λογισμὸς περὶ τούτου ἐπέλθοι: οὐκ ἀδυνατεῖ γὰρ τῷ ἐξ ἀρχῆς ἐκ τῆς γῆς διαπλάσαντι

1 Luke xxi. 26

2 1 Thess. iv. 16

3 Job. xix. 26

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: