previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[64] 1 αὐτό, εἶτα ἀποστραφὲν εἰς γῆν ἐξ ἧς ἐλήφθη, κατὰ τὴν τοῦ Δημιουργοῦ ἀπόφασιν, αὖθις ἀναστῆσαι. εἰ γὰρ ἐννοήσεις πόσα ἐξ οὐκ ὄντων ἐποίησεν Θεός, ἱκανή σοι ἔσται αὕτη ἀπόδειξις. καὶ γὰρ γῆν λαβὼν ἐποίησεν ἄνθρωπον, γῆν οὐκ οὖσαν πρότερον: πῶς οὖν γῆ γέγονεν ἄνθρωπος; πῶς δὲ αὕτη οὐκ οὖσα παρήγετο; ποίαν δὲ ὑποβάθραν ἔχει; πῶς δὲ ἐξ αὐτῆς παρήχθησαν τὰ τῶν ἀλόγων ἄπειρα γένη, τὰ τῶν σπερμάτων, τὰ τῶν φυτῶν; ἀλλὰ καὶ νῦν κατανόησον ἐπὶ τῆς γεννήσεως τῆς ἡμετέρας: οὐ σπέρμα βραχὺ ἐνίεται εἰς τὴν ὑποδεχομένην μήτραν αὐτό; πόθεν οὖν τοσαύτη τοῦ ζώου διάπλασις; Τῷ οὖν ταῦτα πάντα δημιουργήσαντι ἐκ μὴ ὄντων καὶ ἔτι δημιουργοῦντι οὐκ ἀδύνατον ἐκ γῆς τὰ νενεκρωμένα καὶ διαφθαρέντα σώματα ἀναστῆσαι, ἵνα ἕκαστος ἀπολάβῃ κατὰ τὰ ἔργα αὐτοῦ: Ἐργασίας γάρ, φησίν, παρὼν καιρός, [p. 110] 2 δὲ μέλλων ἀνταποδόσεως. ἐπεὶ ποῦ τὸ δίκαιον τοῦ Θεοῦ, εἰ μὴ ἀνάστασις ἦν; πολλοὶ γάρ, δίκαιοι ὄντες, πολλὰ ἐν τῷ παρόντι βίῳ κακουχηθέντες καὶ τιμωρηθέντες βιαίως ἀνῃρέθησαν: ἔνιοι δέ, ἀσεβεῖς ὄντες καὶ παράνομοι, ἐν τρυφῇ καὶ εὐημερίᾳ τὴν παροῦσαν ζωὴν ἀνήλωσαν: δὲ Θεός, ἐπειδὴ ἀγαθός ἐστι καὶ δίκαιος, ὥρισεν ἡμέραν ἀναστάσεως καὶ ἐτάσεως, ἵνα, ἀπολαβοῦσα ἑκάστη ψυχὴ τὸ ἴδιον σῶμα, μὲν κακός, ἐνταῦθα τὰ ἀγαθὰ ἀπολαβών, ἐκεῖ περὶ

1 Ezek. xxxvii. 1-14

2 Nazianz. Orat. ix. p. 152

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: