Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[20]
θάνατος ἔστω ἡ ζημία. μετὰ δὲ ταῦτα
τῶν ἄλλων τάξεων ἐπιμέλειαν ποιητέον. καὶ
πρῶτον ἐπισκεπτέον εἰ ὁμονοοῦσιν οἱ πολῖται, ὡς
ἂν ὄντος μεγίστου τούτου ἀγαθοῦ ἐν πολιορκίᾳ:
εἰ δὲ μή, τῶν τὰ ἐναντία φρονούντων τοῖς παροῦσι
[p. 60]
πράγμασι ... καὶ μάλιστ̓ ἂν ἡγεμόνας τε καὶ
αἰτίους γενομένους ἐν τῇ πόλει πράξεώς τινος
μεθιστάναι αὐτοὺς ἀνυπόπτως μετὰ προφάσεως
εὐλόγου ἐκπέμποντα ἄλλῃ ὡς πρέσβεις τε καὶ
ἐπ̓ ἄλλας δημοσίας ἐργασίας.