Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Παραδιδόντα δὲ συνθήματα δεῖ προνοεῖν, ἐὰν
τύχῃ τὸ στράτευμα μιγάδες ὄντες ἀπὸ πόλεων ἢ
ἐθνῶν, ὅπως μή, ἂν παρέχῃ τὸ ἓν εἶδος δύο ὀνόματα,
ἀμφιβόλως παραδοθήσεται, οἷον τάδε, Διόσκουροι
Τυνδαρίδαι, περὶ ἑνὸς εἴδεος δύο ὀνόματα οὐ τὰ
αὐτά: