next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ΚΛΕΟΔΑΜΟΣ ΚΑΙ ΜΥΡΣΩΝ

ΚΛΕΟΔΑΜΟΣ

Εἴαρος Μύρσων χείματος φθινοπώρω
θέρεος τί τοι ἁδύ; τί δὲ πλέον εὔχεαι ἐλθεῖν;
θέρος, ἁνίκα πάντα τελείεται ὅσσα μογεῦμες;
γλυκερὸν φθινόπωρον, ὅτ̓ ἀνδράσι λιμὸς ἐλαφρά;
5 καὶ χεῖμα δύσεργον; ἐπεὶ καὶ χείματι πολλοὶ
θαλπόμενοι θέλγονται ἀεργείᾳ τε καὶ ὄκνῳ:
τοι καλὸν ἔαρ πλέον εὔαδεν; εἰπέ, τί τοι φρήν
αἱρεῖται; λαλέειν γὰρ ἐπέτραπεν σχολὰ ἄμμιν.

ΜΥΡΣΩΝ

κρίνειν οὐκ ἐπέοικε θεήια ἔργα βροτοῖσι:
10πάντα γὰρ ἱερὰ ταῦτα καὶ ἁδέα: σεῦ δὲ ἕκατι
ἐξερέω Κλεόδαμε, τό μοι πέλεν ἅδιον ἄλλων.
οὐκ ἐθέλω θέρος ἦμεν, ἐπεὶ τόκα μ̓ ἅλιος ὀπτῇ.
οὐκ ἐθέλω φθινόπωρον, ἐπεὶ νόσον ὥρια τίκτει.
οὖλον χεῖμα φέρειν: νιφετὸν κρυμώς τε φοβεῦμαι.
15εἶαρ ἐμοὶ τριπόθητον ὅλῳ λυκάβαντι παρείη,
ἁνίκα μήτε κρύος μήθ̓ ἅλιος ἄμμε βαρύνει.
εἴαρι πάντα κύει, πάντ̓ εἴαρος ἁδέα βλαστεῖ,
χἀ νὺξ ἀνθρώποισιν ἴσα καὶ ὁμοίιος ἀώς...

[p. 406]

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: