previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἀρκεσίλαος δ᾽ ἑστιῶν τινας, καὶ ἐλλιπόντων τῶν ἄρτων νεύσαντος τοῦ παιδὸς ὡς οὐκ ἔτ᾽ εἰσίν, ἀνακαγχάσας καὶ τὼ χεῖρε συγκροτήσαςοἷόν τι, ἔφη, τὸ συμπόσιόν ἐστιν ἡμῶν, ἄνδρες φίλοι: ἄρτους ἐπιλελήσμεθ᾽ ἀρκοῦντας πρίασθαι. τρέχε δή, παῖ.' καὶ τοῦτ᾽ ἔλεγεν αὐτὸς γελῶν: καὶ τῶν παρόντων δ᾽ ἅθρους ἐξεχύθη γέλως καὶ διαγωγὴ πλείων ἐνέπεσεν καὶ διατριβή, ὥστε ἥδυσμα γενέσθαι τῷ συμποσίῳ τὴν τῶν ἄρτων ἔνδειαν. ἄλλοτε δὲ Ἀρκεσίλαος Ἀπελλῇ τῷ γνωρίμῳ προστάξας καθυλίσαι τὸν οἶνον, ἐπειδὴ διὰ τὴν ἀπειρίαν ἐκεῖνος τὰ μὲν ἐτάραττεν, τὰ δ᾽ ἐξέχει, καὶ πολὺ θολώτερος ἐφαίνετο οἶνος, ὑπομειδιάσας ἔφη: ‘ἐγὼ δὲ καθυλίσαι προσέταξα ἀνθρώπῳ μηδὲν ἑωρακότι ἀγαθὸν ὥσπερ οὐδ᾽ ἐγώ. ἀνάστηθι οὖν σύ, Ἀρίδεικες: σὺ δὲ ἀπελθὼν τὰ ἑκτὰ τρύπα.' ταῦτα δ᾽ οὕτως εὔφραινε καὶ ἐξιλάρου τοὺς παρόντας ὡς εὐθυμίας πληροῦσθαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: