previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἐπὶ τούτοις Οὐλπιανὸς ἔφη: ‘ἐπεὶ δεδείπναμεν ῾εἴρηκε δὲ οὕτως Ἄλεξις ἐν Κουρίδι II 334 K':' ‘ἐπεὶ πάλαι δεδείπναμεν᾽, Εὔβουλος Προκρίδι II 195 K':' ‘ἡμεῖς δ᾽ οὐδέπω δεδείπναμεν᾽ καὶ πάλιν: ‘ὃν χρὴ δεδειπνάναι πάλαι,' καὶ Ἀντιφάνης ἐν Λεωνίδῃ II 70 K':'
ἀλλὰ πρὶν δεδειπνάναι
ἡμᾶς παρέσται,
καὶ Ἀριστοφάνης ἐν Προαγῶνι I 511 K':'
ὥρα βαδίζειν μοὐστὶν ἐπὶ τὸν δεσπότην:
ἤδη γὰρ αὐτοὺς οἴομαι δεδειπνάναι,
καὶ ἐν Δαναίσιν p. 455':'
ἤδη παροινεῖς <ἐς> ἐμὲ πρὶν δεδειπνάναι,
καὶ Πλάτων Σοφισταῖς I 638 K' 'καὶ Ἐπικράτης Ἀμβρακιώτηςμέσης δ᾽ ἐστὶ κωμῳδίας ποιητήςἐν Ἀμαζόσιν II 282 K':'
δεδειπνάναι γὰρ ἅνδρες εὐκαίρως πάνυ
δοκοῦσί μοι.
καὶ ἠρίσταμεν δ᾽ εἴρηκεν Ἀριστοφάνης ἐν Ταγηνισταῖς I 520 K':'
ὑποπεπώκαμεν .., ὦνδρες, καὶ καλῶς ἠρίσταμεν,
καὶ Ἕρμιππος ἐν Στρατιώταις I 242 K':' ‘ἠριστάναι [καὶ παριστάναι] τουτί᾽, Θεόπομπος Καλλαίσχρῳ I 738 K':'
ἠρίσταμεν: δεῖ γὰρ συνάπτειν τὸν λόγον.
καταριστᾶν δὲ εἴρηκεν ἐν τῷ Πολιτικῷ Ἀντιφῶν οὕτως fr. 79 Tur':' ‘ὅτ᾽ ἄν τις πράγματα τὰ ἑαυτοῦ τὰ τῶν φίλων κατηρίστηκεν.' παραδεδειπνημένος δ᾽ εἴρηκεν Ἄμφις ἐν Πλάνῳ οὕτως II 245 K':' ‘παραδεδειπνημένος, παῖδες, πάλαι.‘

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: