previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

διὸ καὶ Ἡσίοδος ἐν ταῖς Ἠοίαις εἶπεν fr. 157 Rz':'
οἷα Διώνυσος δῶκ᾽ ἀνδράσι χάρμα καὶ ἄχθος,
ὅστις ἄδην πίνῃ, οἶνος δέ οἱ ἔπλετο μάργος,
σὺν δὲ πόδας χεῖράς τε δέει γλῶσσάν τε νόον τε
δεσμοῖς ἀφράστοισι: φιλεῖ δέ μαλθακὸς ὕπνος.
καὶ Θέογνις δέ φησιν 477':'
ἥκω δ᾽ ὡς οἶνος χαριέστατος ἀνδρὶ πεπόσθαι,
οὔτε τι νήφων εἴμ᾽ οὔτε λίαν μεθύων.
ὃς δ᾽ ἂν ὑπερβάλλῃ πόσιος μέτρον, οὐκ ἔτ᾽ ἐκεῖνος
τῆς αὑτοῦ γλώσσης καρτερὸς οὐδὲ νόου:
μυθεῖται δ᾽ ἀπάλαμνα, τὰ νήφοσι γίγνεται αἰσχρά:
αἰδεῖται δ᾽ ἔρδων οὐδὲν ὅταν μεθύῃ,
τὸ πρὶν ἐὼν σώφρων τε καὶ ἤπιος. ἀλλὰ σὺ ταῦτα
γινώσκων μὴ πῖν᾽ οἶνον ὑπερβολάδην,
πρὶν μεθύειν ἄρξῃ δ᾽, ἀπανίστασο, μή σε βιάσθω
γαστήρ, ὥστε κακὸν λάτριν ἐφημέριον.
Ἀνάχαρσίς τε σοφὸς ἐπιδεικνύμενος τὴν τῆς ἀμπέλου δύναμιν τῷ τῶν Σκυθῶν βασιλεῖ καὶ τὰ κλήματα αὐτῆς δεικνὺς ἔλεγεν ὡς εἰ μὴ καθ᾽ ἕκαστον ἔτος ἔτεμνον οἱ Ἕλληνες τὴν ἄμπελον, ἤδη κἂν ἐν Σκύθαις ἦν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: