previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἔπινε δὲ πλεῖστον καὶ Ἀρκαδίων ῾ἄδηλον δ᾽ εἰ Φιλίππῳ διεχθρεύσας᾿, ὡς τὸ ἐπίγραμμα δηλοῖ, ὅπερ ἀνέγραψε Πολέμων ἐν τῷ περὶ τῶν κατὰ πόλεις ἐπιγραμμάτων fr. 79 Pr':'
τοῦ πολυκώθωνος τοῦτ᾽ ἠρίον Ἀρκαδίωνος
ἄστεος ὤρθωσαν τᾷδε παρ᾽ ἀτραπιτῷ
υἱῆες Δόρκων καὶ Χαρμύλος. ἔφθιτο δ᾽ ὡνήρ,
ὤνθρωπ᾽, ἐκ χανδῆς ζωροποτῶν κύλικος.
Ἐρασίξενον δέ τινα πεπωκέναι πλεῖστόν φησι τὸ ἐπ᾽ αὐτῷ ἐπίγραμμα A. P. VII 454':'
οὐ βαθὺν οἰνοπότην Ἐρασίξενον δὶς ἐφεξῆς
ἀκρήτου φανερῶς ᾤχετ᾽ ἔχουσα κύλιξ.
ἔπινε δὲ πλεῖστον καὶ Ἀλκέτας Μακεδών, ὥς φησιν Ἄριστος Σαλαμίνιος p. 154 M',' καὶ Διότιμος Ἀθηναῖος. οὗτος δὲ καὶ Χώνη ἐπεκαλεῖτο: ἐντιθέμενος γὰρ τῷ στόματι χώνην ἀπαύστως ἔπινεν ἐπιχεομένου οἴνου: ὅθεν καὶ Χώνη ἐπεκλήθη, ὥς φησι Πολέμων. Κλεομένης δὲ Λακεδαιμόνιος ὅτι καὶ ἀκρατοπότης ἦν προείρηται p. 427 b':' ὅτι δὲ διὰ μέθην ἑαυτὸν καὶ μαχαίρᾳ κατέτεμεν Ἡρόδοτος ἱστόρησε VI 75'.' καὶ Ἀλκαῖος δ᾽ ποιητὴς φιλοπότης ἦν, ὡς προεῖπον. Βάτων δ᾽ Σινωπεὺς ἐν τοῖς περὶ Ἴωνος τοῦ ποιητοῦ FHG IV 350' 'φιλοπότην φησὶ γενέσθαι καὶ ἐρωτικώτατον τὸν Ἴωνα. καὶ αὐτὸς δὲ ἐν τοῖς ἐλεγείοις ἐρᾶν μὲν ὁμολογεῖ Χρυσίλλης τῆς Κορινθίας, Τελέου δὲ θυγατρός: ἧς καὶ Περικλέα τὸν Ὀλύμπιον ἐρᾶν φησι Τηλεκλείδης ἐν Ἡσιόδοις I 214 K'.' Ξέναρχος δ᾽ Ῥόδιος διὰ τὴν πολυποσίαν Μετρητὴς ἐπεκαλεῖτο: μνημονεύει αὐτοῦ Εὐφορίων ἐποποιὸς ἐν Χιλιάσι fr. 44 M'.'

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: