previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ΔΕΙΝΟΣ. [ὅτι καὶ τοῦτο ποτηρίου ὄνομα] Διονύσιος Σινωπεὺς ἐν Σῳζούσῃ καταλέγων ὀνόματα ποτηρίων μνημονεύει καὶ τούτου λέγων οὕτως II 427 K':'
ὅσα δ᾽ ἐστὶν εἴδη θηρικλείων τῶν καλῶν,
γύναι δικότυλοι, τρικότυλοι, δεῖνος μέγας
χωρῶν μετρητήν, κυμβίον, σκύφοι, ῥυτά:
Β. ποτήρι᾽ γραῦς, ἄλλο δ᾽ οὐδὲ ἓν βλέπει.
Κλεάνθης δ᾽ φιλόσοφος ἐν τῷ περὶ Μεταλήψεως ἀπὸ τῶν κατασκευασάντων φησὶν ὀνομασθῆναι τήν τε Θηρίκλειον κύλικα καὶ τὴν Δεινιάδα. Σέλευκος δ᾽ εἰπὼν ἐκπώματος εἶναι γένος τὸν δεῖνον παρατίθεται Στράττιδος ἐκ Μηδείας I 720 K':'
οἶσθ᾽ προσέοικεν, Κρέων, τὸ βρέγμα σου;
ἐγᾦδα: δείνῳ περὶ κάτω τετραμμένῳ.
Ἀρχέδικος δ᾽ ἐν Διαμαρτάνοντι παράγων οἰκέτην τινὰ περὶ ἑταιρίδων διαλεγόμενόν φησι III 276 K':'
Νικοστράτην τιν᾽ ἤγαγον πρῴην σφόδρα
γρυπήν, Σκοτοδίνην ἐπικαλουμένην, ὅτι
δεῖνόν ποτ᾽ ἦρεν ἀργυροῦν ἐν τῷ σκότῳ.
Β. δεῖνον καὶ δεινόν, θεοί.
ἐστὶ καὶ γένος ὀρχήσεως, ὡς Ἀπολλοφάνης ἐν Δαλίδι I 797 K' 'παρίστησιν:
οὑτοσὶ δεῖνος τι δεινος καὶ καλαθίσκος οὑτοσί.
Τελέσιλλα δὲ Ἀργεία fr. 7 B4' 'καὶ τὴν ἅλω καλεῖ δῖνον. Κυρηναῖοι δὲ τὸν ποδονιπτῆρα δεῖνον ὀνομάζουσιν, ὡς Φιλητᾶς φησιν ἐν Ἀτάκτοις fr. 42'.'

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: