Ἀλκιβιάδης ἐκ τῶν γυναικῶν ἐξίτω. Β. τί ληρεῖςκαὶ Φερεκράτης δέ φησιν ῾ib. 194':'
οὐκ οἴκαδ᾽ ἐλθὼν τὴν σεαυτοῦ γυμνάσεις δάμαρτα;
οὐκ ὢν ἀνὴρ γὰρ Ἀλκιβιάδης, ὡς δοκεῖ,ἐν Σπάρτῃ δὲ ὢν ἔφθειρε τὴν Ἄγιδος τοῦ βασιλέως γυναῖκα Τίμαιαν. ἐπιπληττόντων δ᾽ αὐτῷ τινων οὐκ ἀκρασίας ἕνεκεν συνελθεῖν ἔφη, ἀλλ᾽ ἵνα ὁ γενόμενος ἐξ αὐτοῦ βασιλεύσῃ τε τῆς Σπάρτης καὶ μηκέτι λέγωνται οἱ βασιλεῖς ἀφ᾽ Ἡρακλέους ἀλλ᾽ ἀπ᾽ Ἀλκιβιάδου. στρατηγῶν δὲ συμπεριήγετο αὑτῷ τήν τε Λαίδος τῆς Κορινθίας μητέρα Τιμάνδραν καὶ Θεοδότην τὴν Ἀττικὴν ἑταίραν.
ἀνὴρ ἁπασῶν τῶν γυναικῶν ἐστι νῦν.